Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τρεπομένῳ δὲ πρὸς τὸ δεῖπνον αὐτῷ φράζει τις ἐν τοῖς αἰχμαλώτοις ἀγομένας μητέρα καὶ γυναῖκα Δαρείου καὶ θυγατέρας δύο παρθένους ἰδούσας τὸ ἅρμα καὶ τὰ τόξα κόπτεσθαι καὶ θρηνεῖν, ὡς ἀπολωλότος ἐκείνου. συχνὸν οὖν ἐπισχὼν χρόνον Ἀλέξανδρος, καὶ ταῖς ἐκείνων τύχαις μᾶλλον ἢ ταῖς ἑαυτοῦ ἐμπαθὴς γενόμενος, πέμπει Λεοννάτον, ἀπαγγεῖλαι κελεύσας ὡς οὔτε Δαρεῖος τέθνηκεν οὔτε Ἀλέξανδρον δεδιέναι χρή·

Δαρείῳ γὰρ ὑπὲρ ἡγεμονίας πολεμεῖν, ἐκείναις δὲ πάντα ὑπάρξειν ὧν καὶ Δαρείου βασιλεύοντος ἠξιοῦντο. τοῦ δὲ λόγου ταῖς γυναιξὶν ἡμέρου καὶ χρηστοῦ φανέντος ἔτι μᾶλλον τὰ τῶν ἔργων ἀπήντα φιλάνθρωπα. θάψαι γὰρ ὅσους ἐβούλοντο Περσῶν ἔδωκεν, ἐσθῆτι καὶ κόσμῳ χρησαμέναις ἐκ τῶν λαφύρων, θεραπείας τε καὶ τιμῆς ἦν εἶχον οὐδʼ ὁτιοῦν ἀφεῖλε, συντάξεις δὲ καὶ μείζονας ἐκαρποῦντο τῶν προτέρων.

ἡ δὲ καλλίστη καὶ βασιλικωτάτη χάρις ἦν παρʼ αὐτοῦ γυναιξὶ γενναίαις γενομέναις αἰχμαλώτοις καὶ σώφροσι μήτε ἀκοῦσαι τι μήτε ὑπονοῆσαι μήτε

p.284
προσδοκῆσαι τῶν αἰσχρῶν, ἀλλʼ ὥσπερ οὐκ ἐν στρατοπέδῳ πολεμίων, ἀλλʼ ἐν ἱεροῖς καὶ ἁγίοις υλαττομένας φυλαττομένας παρθενῶσιν ἀπόρρητον ἔχειν καὶ ἀόρατον ἑτέροις δίαιταν. καίτοι λέγεταί γε τὴν Δαρείου γυναῖκα πολὺ πασῶν τῶν βασιλίδων εὐπρεπεστάτην γενέσθαι, καθάπερ καὶ αὐτὸς Δαρεῖος ἀνδρῶν κάλλιστος καὶ μέγιστος, τὰς δὲ παῖδας ἐοικέναι τοῖς γονεῦσιν.

ἀλλʼ Ἀλέξανδρος, ὡς ἔοικε, τοῦ νικᾶν τοὺς πολεμίους τὸ κρατεῖν ἑαυτοῦ βασιλικώτερον ἡγούμενος, οὔτε τούτων ἔθιγεν οὔτε ἄλλην ἔγνω γυναῖκα πρὸ γάμου, πλὴν Βαρσίνης. αὕτη δὲ, μετὰ τὴν Μέμνονος τελευτὴν χήρα γενομένη, περὶ Δαμασκὸν ἐλήφθη. πεπαιδευμένη δὲ παιδείαν Ἑλληνικήν καὶ τὸν τρόπον ἐπιεικὴς οὖσα καὶ πατρὸς Ἀρταβάζου γεγονότος ἐκ βασιλέως θυγατρός, ἐγνώσθη, Παρμενίωνος προτρεψαμένου τὸν Ἀλέξανδρον, ὥς φησιν Ἀριστόβουλος, καλῆς καὶ γενναίας ἅψασθαι γυναικός.

τὰς δὲ ἄλλας αἰχμαλώτους ὁρῶν ὁ Ἀλέξανδρος κάλλει καὶ μεγέθει διαφερούσας ἔλεγε παίζων ὡς εἰσὶν ἀλγηδόνες ὀμμάτων αἱ Περσίδες, ἀντεπιδεικνύμενος δὲ πρὸς τὴν ἰδέαν τὴν ἐκείνων τὸ τῆς ἰδίας ἐγκρατείας καὶ σωφροσύνης κάλλος, ὥσπερ ἀψύχους εἰκόνας ἀγαλμάτων παρέπεμψεν.