Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἦν δέ τις ἐν τῷ Δαρείου στρατῷ πεφευγὼς ἐκ Μακεδονίας ἀνὴρ Μακεδών, Ἀμύντας, οὐκ ἄπειρος τῆς Ἀλεξάνδρου φύσεως, οὗτος ὡρμημένον ἰδὼν Δαρεῖον εἴσω τῶν στενῶν βαδίζειν ἐπʼ Ἀλέξανδρον, ἐδεῖτο κατὰ χώραν ὑπομένειν, ἐν πλάτος ἔχουσι πεδίοις καί ἀναπεπταμένοις πρὸς ἐλάττονας πλήθει τοσούτῳ διαμαχούμενον.

ἀποκριναμένου δὲ Δαρείου δεδιέναι μὴ φθάσωσιν αὑτὸν ἀποδράντες οἱ πολέμιοι καί διαφυγὼν Ἀλέξανδρος, ἀλλὰ τούτου γε, εἶπεν, ὦ βασιλεῦ, χάριν θάρρει βαδιεῖται γὰρ ἐκεῖνος ἐπὶ σέ, καί σχεδὸν ἤδη βαδίζει. ταῦτα λέγων Ἀμύντας οὐκ ἔπειθεν, ἀλλʼ ἀναστὰς ἐπορεύετο Δαρεῖος εἰς Κιλικίαν, ἅμα δὲ Ἀλέξανδρος εἰς Συρίαν ἐπʼ ἐκεῖνον.

ἐν δὲ τῇ νυκτὶ διαμαρτόντες ἀλλήλων αὖθις ἀνέστρεφον, Ἀλέξανδρος μὲν ἡδόμενός τε τῇ συντυχίᾳ καί σπεύδων ἀπαντῆσαι περὶ τὰ στενά, Δαρεῖος δὲ τὴν προτέραν ἀναλαβεῖν στρατοπεδείαν καί τῶν στενῶν ἐξελίξαι τὴν δύναμιν. ἤδη γὰρ ἐγνώκει παρὰ τὸ συμφέρον ἐμβεβληκὼς ἑαυτὸν εἰς χωρία θαλάττῃ καί ὄρεσι καί ποταμῷ διὰ μέσου ῥέοντι τῷ Πινάρῳ δύσιππα, καί διεσπασμένα πολλαχοῦ, καί πρὸς τῆς ὀλιγότητος τῶν πολεμίων ἔχοντα τὴν θέσιν.

Ἀλεξάνδρῳ δὲ τὸν μὲν τόπον ἡ τύχη παρέσχεν,

p.280
ἐστρατήγησε δὲ τῶν ἀπὸ τῆς τύχης ὑπαρχόντων πρὸς τὸ νικῆσαι βέλτιον, ὅς γε τοσούτῳ πλήθει τῶν βαρβάρων λειπόμενος ἐκείνοις μὲν οὐ παρέσχε κύκλωσιν, αὐτὸς δὲ τῷ δεξιῷ τὸ εὐώνυμον ὑπερβαλὼν καί γενόμενος κατὰ κέρας φυγὴν ἐποίησε τῶν καθʼ αὑτὸν βαρβάρων, ἐν πρώτοις ἀγωνιζόμενος, ὥστε τρωθῆναι ξίφει τὸν μηρόν, ὡς μὲν Χάρης φησίν, ὑπὸ Δαρείου (συμπεσεῖν γὰρ αὐτοὺς εἰς χεῖρας),

Ἀλέξανδρος δὲ περὶ τῆς μάχης ἐπιστέλλων τοῖς περὶ τὸν Ἀντίπατρον οὐκ εἴρηκεν ὅστις ἦν ὁ τρώσας, ὅτι δὲ τρωθείη τὸν μηρὸν ἐγχειριδίῳ, δυσχερὲς δʼ οὐδὲν ἀπὸ τοῦ τραύματος συμβαίη γέγραφε. νικήσας δὲ λαμπρῶς καί καταβαλὼν ὑπὲρ ἕνδεκα μυριάδας τῶν πολεμίων, Δαρεῖον μὲν οὐχ εἷλε τέτταρας σταδίους ἢ πέντε προλαβόντα τῇ φυγῇ, τὸ δὲ ἅρμα καί τὸ τόξον αὐτοῦ λαβὼν ἐπανῆλθε·