Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καὶ πολλάκις μὲν ἔσπευδε Δαρείῳ συμπεσὼν ἀποκινδυνεῦσαι περὶ τῶν ὅλων, πολλάκις δὲ τοῖς ἐπὶ θαλάσσῃ πράγμασι καὶ χρήμασι διενοεῖτο πρῶτον οἷον ἐνασκήσας καὶ ῥώσας αὑτόν οὕτως ἀναβαίνειν ἐπʼ

p.270
ἐκεῖνον. ἔστι δὲ τῆς Λυκίας κρήνη περὶ τὴν Ξανθίων πόλιν, ἧς τότε λέγουσιν αὐτομάτως περιτραπείσης καὶ ὑπερβαλούσης ἐκ βυθοῦ δέλτον ἐκπεσεῖν χαλκῆν τύπους ἔχουσαν ἀρχαίων γραμμάτων, ἐν οἷς ἐδηλοῦτο παύσεσθαι[*](παύσεσθαι Sintenis2, with C and Stephanus; παύσασθαι Sintenis1 and Bekker.) τὴν Περσῶν ἀρχὴν ὑπὸ Ἑλλήνων καταλυθεῖσαν.

τούτοις ἐπαρθείς ἠπείγετο τὴν παραλίαν ἀνακαθήρασθαι μέχρι τῆς Φοινίκης καὶ Κιλικίας, ἡ δὲ τῆς Παμφυλίας παραδρομὴ πολλοῖς γέγονε τῶν ἱστορικῶν ὑπόθεσις γραφικὴ πρὸς ἔκπληξιν καὶ ὄγκον, ὡς θείᾳ τινὶ τύχῃ παραχωρήσασαν Ἀλεξάνδρῳ τὴν θάλασσαν, ἄλλως ἀεὶ τραχεῖαν ἐκ πελάγους προσφερομένην, σπανίως δέ ποτε λεπτοὺς καὶ προσεχεῖς ὑπὸ τὰ κρημνώδη καὶ παρερρωγότα τῆς ὀρεινῆς πάγους διακαλύπτουσαν.

δηλοῖ δὲ καὶ Μένανδρος ἐν κωμῳδίᾳ παίζων πρὸς τὸ παράδοξον

  1. ὡς Ἀλεξανδρῶδες ἤδη τοῦτο· κἂν ζητῶ τινα,
  2. αὐτόματος οὗτος παρέσται· κἂν διελθεῖν δηλαδή
    paris.1624.674
  3. διὰ θαλάσσης δέῃ τόπον τινʼ, οὗτος ἔσται μοι βατός.
αὐτὸς δὲ Ἀλέξανδρος ἐν ταῖς ἐπιστολαῖς οὐδὲν τοιοῦτον τερατευσάμενος ὁδοποιῆσαί φησι τὴν
p.272
λεγομένην Κλίμακα καὶ διελθεῖν ὁρμήσας ἐκ Φασηλίδος.

διὸ καὶ πλείονας ἡμέρας ἐν τῇ πόλει διέτριψεν ἐν αἷς καὶ Θεοδέκτου τεθνηκότος ἦν δὲ Φασηλίτης ἰδὼν εἰκόνα ἀνακειμένην ἐν ἀγορᾷ, μετὰ δεῖπνον ἐπεκώμασε μεθύων καὶ τῶν στεφάνων ἐπέρριψε πολλούς, οὐκ ἄχαριν ἐν παιδιᾷ ἀποδιδοὺς τιμὴν τῇ γενομένῃ διʼ Ἀριστοτέλην καὶ φιλοσοφίαν ὁμιλίᾳ πρὸς τὸν ἄνδρα.

μετὰ ταῦτα Πισιδῶν τε τοὺς ἀντιστάντας ᾕρει καί Φρυγίαν ἐχειροῦτο καί Γόρδιον πόλιν, ἑστίαν Μίδου τοῦ παλαιοῦ γενέσθαι λεγομένην, παραλαβών, τὴν θρυλουμένην ἅμαξαν εἶδε φλοιῷ κρανείας ἐνδεδεμένην, καί λόγον ἐπʼ αὐτῇ πιστευόμενον ὑπὸ τῶν βαρβάρων ἤκουσεν, ὡς τῷ λύσαντι τὸν δεσμὸν εἵμαρται βασιλεῖ γενέσθαι τῆς οἰκουμένης.