Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

παρέλαβε μὲν οὖν ἔτη γεγονὼς εἴκοσι τὴν βασιλείαν, φθόνους μεγάλους καὶ δεινὰ μίση καὶ κινδύνους πανταχόθεν ἔχουσαν. οὔτε γὰρ τὰ βάρβαρα καὶ πρόσοικα γένη τὴν δούλωσιν ἔφερε, ποθοῦντα τὰς πατρίους βασιλείας, οὔτε τὴν Ἑλλάδα κρατήσας τοῖς ὅπλοις ὁ Φίλιππος οἷον καταζεῦξαι καὶ τιθασεῦσαι χρόνον ἔσχεν, ἀλλὰ μόνον

p.252
μεταβαλὼν καὶ ταράξας τὰ πράγματα πολὺν σάλον ἔχοντα καὶ κίνησιν ὑπὸ ἀηθείας ἀπέλιπε.

φοβουμένων δὲ τῶν Μακεδόνων τὸν καιρόν, καὶ τὰ μὲν Ἑλληνικὰ πάντως ἀφεῖναι καὶ μὴ προσβιάζεσθαι τὸν Ἀλέξανδρον οἰομένων δεῖν, τοὺς δὲ ἀφισταμένους τῶν βαρβάρων ἀνακαλεῖσθαι πρᾴως καὶ θεραπεύειν τὰς ἀρχὰς τῶν νεωτερισμῶν, αὐτὸς ἀπʼ ἐναντίων λογισμῶν ὥρμησε τόλμῃ καὶ μεγαλοφροσύνῃ κτᾶσθαι τὴν ἀσφάλειαν καὶ σωτηρίαν τοῖς πράγμασιν, ὡς, κἂν ὁτιοῦν ὑφιέμενος ὀφθῇ τοῦ φρονήματος, ἐπιβησομένων ἁπάντων.

τὰ μὲν οὖν βαρβαρικὰ κινήματα καὶ τοὺς ἐκεῖ πολέμους κατέπαυσεν ὀξέως ἐπιδραμὼν στρατῷ μέχρι πρὸς τὸν Ἴστρον, ᾗ καὶ Σύρμον ἐνίκησε μάχῃ μεγάλῃ, τὸν βασιλέα τῶν Τριβαλλῶν Θηβαίους δὲ ἀφεστάναι πυθόμενος καὶ συμφρονεῖν αὐτοῖς Ἀθηναίους, εὐθὺς ἦγε διὰ Πυλῶν τὴν δύναμιν, εἰπὼν ὅτι Δημοσθένει παῖδα μὲν αὐτὸν, ἕως ἦν ἐν Ἰλλυριοῖς καὶ Τριβαλλοῖς, ἀποκαλοῦντι, μειράκιον δὲ περὶ Θετταλίαν γενόμενον, βούλεται πρὸς τοῖς Ἀθηναίων τείχεσιν ἀνὴρ φανῆναι.

προσμίξας δὲ ταῖς Θήβαις καὶ διδοὺς ἔτι τῶν πεπραγμένων μετάνοιαν ἐξῄτει Φοίνικα καὶ Προθύτην, καὶ τοῖς μεταβαλλομένοις πρὸς αὐτὸν ἄδειαν ἐκήρυττε. τῶν δὲ Θηβαίων

p.254
ἀντεξαιτούντων μὲν παρʼ αὐτοῦ Φιλώταν καὶ Ἀντίπατρον, κηρυττόντων δὲ τοὺς τὴν Ἑλλάδα βουλομένους συνελευθεροῦν τάττεσθαι μετʼ αὐτῶν, οὕτως ἔτρεψε τοὺς Μακεδόνας πρὸς πόλεμον.