Comparison of Agesilaus and Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

εἰς Αἴγυπτον δʼ ὁ μὲν ἐξ ἀνάγκης ἔπλευσε φεύγων, ὁ δὲ οὔτε καλῶς οὔτε ἀναγκαίως ἐπὶ χρήμασιν, ὅπως ἔχῃ τοῖς Ἕλλησι πολεμεῖν ἀφʼ ὧν τοῖς βαρβάροις ἐστρατήγησεν. εἶτα ἃ διὰ Πομπήϊον Αἰγυπτίοις ἐγκαλοῦμεν, ταῦτα Αἰγύπτιοι κατηγοροῦσιν Ἀγησιλάου, ὁ μὲν γὰρ ἠδικήθη πιστεύσας, ὁ δὲ πιστευθεὶς ἐγκατέλιπε καὶ μετέστη πρὸς τοὺς πολεμοῦντας οἷς ἔπλευσε συμμαχήσων.