Comparison of Agesilaus and Pompey
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
εἰ δὲ καὶ τύχην τινὰ τῶν ἀνδρῶν ἑκατέρου τοῖς σφάλμασι προσοιστέον, ἀνέλπιστος μὲν ἡ Πομπηΐου Ῥωμαίοις, Ἀγησίλαος δὲ Λακεδαιμονίους ἀκούοντας καὶ προειδότας οὐκ εἴασε φυλάξασθαι τὴν χωλὴν βασιλείαν. καὶ γὰρ εἰ μυριάκις ἠλέγχθη Λεωτυχίδης ἀλλότριος εἶναι καὶ νόθος, οὐκ ἂν ἠπόρησαν Εὐρυπωντίδαι γνήσιον καὶ ἀρτίποδα τῇ Σπάρτῃ βασιλέα παρασχεῖν, εἰ μὴ διʼ Ἀγησίλαον ἐπεσκότησε τῷ χρησμῷ Λύσανδρος.
οἷον μέντοι τῇ περὶ τῶν τρεσάντων ἀπορίᾳ προσήγαγεν ὁ Ἀγησίλαος ἴαμα μετὰ τὴν ἐν Λεύκτροις ἀτυχίαν, κελεύσας τοὺς νόμους ἐκείνην τὴν ἡμέραν καθεύδειν, οὐ γέγονεν ἄλλο σόφισμα πολιτικόν, οὐδʼ ἔχομέν τι τοῦ Πομπηΐου παραπλήσιον, ἀλλὰ τοὐναντίον οὐδʼ οἷς αὐτὸς ἐτίθει νόμοις ᾤετο δεῖν ἐμμένειν, τὸ δύνασθαι μέγα τοῖς φίλοις ἐνδεικνύμενος, ὁ δὲ εἰς ἀνάγκην καταστὰς τοῦ λῦσαι τοὺς νόμους ἐπὶ τῷ σῶσαι τοὺς πολίτας, ἐξεῦρε τρόπον ᾧ μήτε ἐκείνους βλάψουσι μήτε ὅπως οὐ βλάψωσι λυθήσονται.
τίθεμαι δὲ
ἀπʼ ἄλλης τοίνυν ἀρχῆς, ἐν ταῖς στρατηγίαις καὶ τοῖς πολεμικοῖς, ἀριθμῷ μὲν τροπαίων καὶ μεγέθει δυνάμεων ἃς ἐπηγάγετο Πομπήϊος, καὶ πλήθει παρατάξεων ἃς ἐνίκησεν, οὐδʼ ἂν ὁ Ξενοφῶν μοι δοκεῖ παραβαλεῖν τὰς Ἀγησιλάου νίκας, ᾧ διὰ τἆλλα καλὰ καθάπερ γέρας ἐξαίρετον δέδοται καὶ γράφειν ὃ βούλοιτο καὶ λέγειν περὶ τοῦ ἀνδρός.