Comparison of Agesilaus and Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

εἰ δὲ καὶ τύχην τινὰ τῶν ἀνδρῶν ἑκατέρου τοῖς σφάλμασι προσοιστέον, ἀνέλπιστος μὲν ἡ Πομπηΐου Ῥωμαίοις, Ἀγησίλαος δὲ Λακεδαιμονίους ἀκούοντας καὶ προειδότας οὐκ εἴασε φυλάξασθαι τὴν χωλὴν βασιλείαν. καὶ γὰρ εἰ μυριάκις ἠλέγχθη Λεωτυχίδης ἀλλότριος εἶναι καὶ νόθος, οὐκ ἂν ἠπόρησαν Εὐρυπωντίδαι γνήσιον καὶ ἀρτίποδα τῇ Σπάρτῃ βασιλέα παρασχεῖν, εἰ μὴ διʼ Ἀγησίλαον ἐπεσκότησε τῷ χρησμῷ Λύσανδρος.

οἷον μέντοι τῇ περὶ τῶν τρεσάντων ἀπορίᾳ προσήγαγεν ὁ Ἀγησίλαος ἴαμα μετὰ τὴν ἐν Λεύκτροις ἀτυχίαν, κελεύσας τοὺς νόμους ἐκείνην τὴν ἡμέραν καθεύδειν, οὐ γέγονεν ἄλλο σόφισμα πολιτικόν, οὐδʼ ἔχομέν τι τοῦ Πομπηΐου παραπλήσιον, ἀλλὰ τοὐναντίον οὐδʼ οἷς αὐτὸς ἐτίθει νόμοις ᾤετο δεῖν ἐμμένειν, τὸ δύνασθαι μέγα τοῖς φίλοις ἐνδεικνύμενος, ὁ δὲ εἰς ἀνάγκην καταστὰς τοῦ λῦσαι τοὺς νόμους ἐπὶ τῷ σῶσαι τοὺς πολίτας, ἐξεῦρε τρόπον ᾧ μήτε ἐκείνους βλάψουσι μήτε ὅπως οὐ βλάψωσι λυθήσονται.

τίθεμαι δὲ

p.330
κἀκεῖνο τὸ ἀμιμητον ἔργον εἰς πολιτικὴν ἀρετὴν τοῦ Ἀγησιλάου, τὸ δεξάμενον τὴν σκυτάλην ἀπολιπεῖν τὰς ἐν Ἀσίᾳ πράξεις, οὐ γάρ, ὡς Πομπήϊος, ἀφʼ ὧν ἑαυτὸν ἐποίει μέγαν ὠφέλει τὸ κοινόν, ἀλλὰ τὸ τῆς πατρίδος σκοπῶν τηλικαύτην
paris.1624.663
ἀφῆκε δύναμιν καὶ δόξαν ἡλίκην οὐδεὶς πρότερον οὐδὲ ὕστερον πλὴν Ἀλέξανδρος ἔσχεν.