Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ταῦτα συγκομίζοντος αὐτοῦ καὶ συντιθέντος ἐπιστὰς ἀνὴρ Ῥωμαῖος ἤδη γέρων, τὰς δὲ πρώτας στρατείας ἔτι νέος Πομπηΐῳ συνεστρατευμένος, τίς ὤν, ὦ ἄνθρωπε, ἔφη, θάπτειν διανοῇ Μάγνον Πομπήϊον; ἐκείνου δὲ φήσαντος ὡς ἀπελεύθερος, ἀλλʼ οὐ μόνῳ σοί, ἔφη, τοῦτο τὸ καλὸν ὑπάρξει· κἀμὲ δὲ ὥσπερ εὑρήματος

p.324
εὐσεβοῦς δέξαι κοινωνόν, ὡς μὴ κατὰ πάντα μέμφωμαι τὴν ἀποξένωσιν, ἀντὶ πολλῶν ἀνιαρῶν τοῦτο γοῦν εὑράμενος, ἅψασθαι καὶ περιστεῖλαι ταῖς ἐμαῖς χερσὶ τὸν μέγιστον αὐτοκράτορα Ῥωμαίων.

οὕτω μὲν ἐκηδεύετο Πομπήϊος, τῇ δʼ ὑστεραίᾳ Λεύκιος Λέντλος οὐκ εἰδὼς τὰ πεπραγμένα, πλέων ἀπὸ Κύπρου καὶ παρὰ γῆν κομιζόμενος, ὡς εἶδε νεκροῦ πυρὰν καὶ παρεστῶτα τὸν Φίλιππον, οὔπω καθορώμενος· τίς ἄρα, ἔφη, τὸ πεπρωμένον ἐνταῦθα τελέσας ἀναπέπαυται; καὶ μικρὸν διαλιπὼν καὶ στενάξας, τάχα δέ, εἶπε, σύ, Πομπήϊε Μάγνε. καὶ μετὰ μικρὸν ἀποβὰς καὶ συλληφθεὶς ἀπέθανε.