Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὐ μὴν ἐκουφίσθη γε τούτοις ὁ Πομπήϊος, ἀλλʼ εὐθὺς εἰς τὴν Κελτικὴν ὑπʼ αὐτοῦ πεμπόμενος, ἣν ἔχων ὁ Μέτελλος ἐδόκει μηδὲν ἄξιον πράττειν τῆς παρασκευῆς, οὐ καλῶς ἔφη ἔχειν πρεσβύτερον καὶ προὔχοντα δόξῃ στρατηγίας ἀφαιρεῖσθαι, βουλομένῳ μέντοι τῷ Μετέλλῳ καὶ κελεύοντι συμπολεμεῖν καὶ βοηθεῖν ἕτοιμος εἶναι.

δεξαμένου δὲ τοῦ Μετέλλου καὶ γράψαντος ἥκειν, ἐμβαλὼν εἰς τὴν Κελτικὴν αὐτός τε καθʼ ἑαυτὸν ἔργα θαυμαστὰ διεπράττετο, καὶ τοῦ Μετέλλου τὸ μάχιμον καὶ θαρσαλέον ἤδη σβεννύμενον ὑπὸ γήρως αὖθις ἐξερρίπιζε καὶ συνεξεθέρμαινεν, ὥσπερ ὁ ῥέων καὶ πεπυρωμένος χαλκὸς τῷ πεπηγότι καὶ ψυχρῷ περιχυθεὶς λέγεται τοῦ πυρὸς μᾶλλον ἀνυγραίνειν καὶ συνανατήκειν.

ἀλλὰ

p.134
γάρ, ὥσπερ ἀθλητοῦ πρωτεύσαντος ἐν ἀνδράσι καὶ τοὺς πανταχοῦ καθελόντος ἐνδόξως ἀγῶνας εἰς οὐδένα λόγον τὰς παιδικὰς τίθενται νίκας οὐδʼ ἀναγράφουσιν, οὕτως ἃς ἔπραξε τότε πράξεις ὁ Πομπήϊος, αὐτὰς καθʼ ἑαυτὰς ὑπερφυεῖς οὔσας, πλήθει δὲ καὶ μεγέθει τῶν ὑστέρων ἀγώνων καὶ πολέμων κατακεχωσμένας, ἐδεδίειν κινεῖν, μὴ περὶ τὰ πρῶτα πολλῆς διατριβῆς γενομένης τῶν μεγίστων καὶ μάλιστα δηλούντων τὸ ἦθος ἔργων καὶ παθημάτων τοῦ ἀνδρὸς ἀπολειφθῶμεν.