Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ταῦτα κυρώσαντες ἐπʼ Ἀχιλλᾷ ποιοῦνται τὴν πρᾶξιν. ὁ δὲ Σεπτίμιόν τινα πάλαι γεγονότα Πομπηΐου ταξίαρχον παραλαβών, καὶ Σάλβιον ἕτερον ἑκατοντάρχην καὶ τρεῖς ἢ τέτταρας ὑπηρέτας, ἀνήχθη πρὸς τὴν Πομπηΐου ναῦν. ἔτυχον δὲ πάντες εἰς αὐτὴν οἱ δοκιμώτατοι τῶν συμπλεόντων ἐμβεβηκότες, ὅπως εἰδεῖεν τὸ πραττόμενον.

ὡς οὖν εἶδον οὐ βασιλικὴν οὐδὲ λαμπρὰν οὐδὲ ταῖς Θεοφάνους ἐλπίσιν ὁμοίαν ὑποδοχήν, ἀλλʼ ἐπὶ μιᾶς ἁλιάδος προσπλέοντας ὀλίγους ἀνθρώπους, ὑπείδοντο τὴν ὀλιγωρίαν καὶ τῷ Πομπηΐῳ παρῄνουν εἰς πέλαγος ἀνακρούεσθαι τὴν ναῦν, ἕως ἔξω βέλους εἰσίν. ἐν τούτῳ δὲ πελαζούσης τῆς ἁλιάδος φθάσας ὁ Σεπτίμιος ἐξανέστη καὶ Ῥωμαϊστὶ τὸν Πομπήϊον αὐτοκράτορα προσηγόρευσεν.

ὁ δὲ Ἀχιλλᾶς ἀσπασάμενος αὐτὸν Ἑλληνιστὶ παρεκάλει μετελθεῖν εἰς τὴν ἁλιάδα· τέναγος γὰρ εἶναι πολύ, καὶ βάθος οὐκ ἔχειν πλόϊμον τριήρει τὴν θάλατταν ὑπόψαμμον οὖσαν. ἅμα δὲ καὶ ναῦς τινες ἑωρῶντο τῶν βασιλικῶν πληρούμεναι, καὶ τὸν αἰγιαλὸν ὁπλῖται κατεῖχον, ὥστʼ ἄφυκτα καὶ μεταβαλλομένοις

p.320
ἐφαίνετο, καὶ προσῆν τὸ διδόναι τοῖς φονεῦσι τὴν ἀπιστίαν αὐτὴν τῆς ἀδικίας ἀπολογίαν.

ἀσπασάμενος οὖν τὴν Κορνηλίαν προαποθρηνοῦσαν αὐτὸν

paris.1624.661
τὸ τέλος, καὶ δύο ἑκατοντάρχας προεμβῆναι κελεύσας καὶ τῶν ἀπελευθέρων ἕνα Φίλιππον καὶ θεράποντα Σκύθην ὄνομα, δεξιουμένων αὐτὸν ἤδη τῶν περὶ τὸν Ἀχιλλᾶν ἐκ τῆς ἁλιάδος, μεταστραφεὶς πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν εἶπε Σοφοκλέους ἰαμβεῖα·
  1. ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται,
  2. κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ.