Pompey
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
ὁ μὲν οὖν Πτολεμαῖος ἦν κομιδῇ νέος· ὁ δὲ πάντα διέπων τὰ πράγματα Ποθεινὸς ἤθροισε βουλὴν τῶν δυνατωτάτων ἐδύναντο δὲ μέγιστον οὓς ἐκεῖνος ἐβούλετο· καὶ λέγειν ἐκέλευσεν ἣν ἔχει γνώμην ἕκαστος, ἦν οὖν δεινὸν περὶ Πομπηΐου Μάγνου βουλεύεσθαι Ποθεινὸν τὸν εὐνοῦχον καὶ Θεόδοτον τὸν Χῖον, ἐπὶ μισθῷ ῥητορικῶν λόγων διδάσκαλον ἀνειλημμένον, καὶ τὸν Αἰγύπτιον Ἀχιλλᾶν κορυφαιότατοι γὰρ ἦσαν ἐν κατευνασταῖς καὶ τιθηνοῖς τοῖς ἄλλοις οὗτοι σύμβουλοι.
καὶ τοιούτου δικαστηρίου ψῆφον Πομπήϊος ἐπʼ ἀγκυρῶν πρόσω τῆς χώρας ἀποσαλεύων περιέμενεν, ὃν Καίσαρι σωτηρίας χάριν οὐκ ἦν ἄξιον ὀφείλειν. τῶν μὲν οὖν ἄλλων τοσοῦτον αἱ γνῶμαι διέστησαν ὅσον οἱ μὲν ἀπελαύνειν ἐκέλευον, οἱ δὲ καλεῖν καὶ δέχεσθαι τὸν ἄνδρα·
Θεόδοτος δὲ δεινότητα λόγου καὶ ῥητορείαν ἐπιδεικνύμενος
ταῦτα κυρώσαντες ἐπʼ Ἀχιλλᾷ ποιοῦνται τὴν πρᾶξιν. ὁ δὲ Σεπτίμιόν τινα πάλαι γεγονότα Πομπηΐου ταξίαρχον παραλαβών, καὶ Σάλβιον ἕτερον ἑκατοντάρχην καὶ τρεῖς ἢ τέτταρας ὑπηρέτας, ἀνήχθη πρὸς τὴν Πομπηΐου ναῦν. ἔτυχον δὲ πάντες εἰς αὐτὴν οἱ δοκιμώτατοι τῶν συμπλεόντων ἐμβεβηκότες, ὅπως εἰδεῖεν τὸ πραττόμενον.
ὡς οὖν εἶδον οὐ βασιλικὴν οὐδὲ λαμπρὰν οὐδὲ ταῖς Θεοφάνους ἐλπίσιν ὁμοίαν ὑποδοχήν, ἀλλʼ ἐπὶ μιᾶς ἁλιάδος προσπλέοντας ὀλίγους ἀνθρώπους, ὑπείδοντο τὴν ὀλιγωρίαν καὶ τῷ Πομπηΐῳ παρῄνουν εἰς πέλαγος ἀνακρούεσθαι τὴν ναῦν, ἕως ἔξω βέλους εἰσίν. ἐν τούτῳ δὲ πελαζούσης τῆς ἁλιάδος φθάσας ὁ Σεπτίμιος ἐξανέστη καὶ Ῥωμαϊστὶ τὸν Πομπήϊον αὐτοκράτορα προσηγόρευσεν.
ὁ δὲ Ἀχιλλᾶς ἀσπασάμενος αὐτὸν Ἑλληνιστὶ παρεκάλει μετελθεῖν εἰς τὴν ἁλιάδα· τέναγος γὰρ εἶναι πολύ, καὶ βάθος οὐκ ἔχειν πλόϊμον τριήρει τὴν θάλατταν ὑπόψαμμον οὖσαν. ἅμα δὲ καὶ ναῦς τινες ἑωρῶντο τῶν βασιλικῶν πληρούμεναι, καὶ τὸν αἰγιαλὸν ὁπλῖται κατεῖχον, ὥστʼ ἄφυκτα καὶ μεταβαλλομένοις
ἀσπασάμενος οὖν τὴν Κορνηλίαν προαποθρηνοῦσαν αὐτὸν
- ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται,
- κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ.