Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἀναλαβὼν δὲ τὴν γυναῖκα καὶ τοὺς φίλους ἐκομίζετο, προσίσχων ὅρμοις ἀναγκαίοις ὕδωρ ἢ ἀγορὰν ἔχουσιν. εἰς δὲ πόλιν εἰσῆλθε πρώτην Ἀττάλειαν τῆς Παμφυλίας, ἐνταῦθα δὲ αὐτῷ καὶ τριήρεις τινὲς ἀπήντησαν ἐκ Κιλικίας καὶ στρατιῶται συνελέγοντο καὶ τῶν συγκλητικῶν πάλιν ἑξήκοντα περὶ αὐτὸν ἦσαν.

ἀκούων δὲ καὶ τὸ ναυτικὸν ἔτι συνεστάναι, καὶ Κάτωνα πολλοὺς στρατιώτας ἀνειληφότα περαιοῦν εἰς Λιβύην, ὠδύρετο πρὸς τοὺς φίλους, καταμεμφόμενος ἑαυτὸν ἐκβιασθέντα τῷ πεζῷ συμβαλεῖν, τῇ δὲ κρείττονι ἀδηρίτως δυνάμει πρὸς μηδὲν ἀποχρήσασθαι μηδὲ περιορμίσαι τὸ ναυτικόν, ὅπου κατὰ γῆν σφαλεὶς εὐθὺς ἂν εἶχεν ἀντίπαλον ἐκ θαλάττης παρεστῶσαν ἀλκὴν καὶ δύναμιν τοσαύτην.

οὐδὲν γὰρ ἁμάρτημα Πομπηΐου μεῖζον οὐδὲ δεινότερον στρατήγημα Καίσαρος ἢ τὸ τὴν

p.314
μάχην οὕτω μακρὰν ἀποσπάσασθαι τῆς ναυτικῆς βοηθείας, οὐ μὴν ἀλλʼ ἐκ τῶν παρόντων κρίνειν τι καὶ πράττειν ἀναγκαζόμενος, ἐπὶ τὰς πόλεις περιέπεμπε τὰς δʼ αὐτὸς περιπλέων ᾔτει χρήματα καὶ ναῦς ἐπλήρου. τὴν δʼ ὀξύτητα τοῦ πολεμίου καὶ τὸ τάχος δεδοικώς, μὴ προαναρπάσῃ τῆς παρασκευῆς αὐτὸν ἐπελθών, ἐσκόπει καταφυγὴν ἐπὶ τῷ παρόντι καὶ ἀναχώρησιν.

ἐπαρχία μὲν οὖν οὐδεμία φύξιμος ἐφαίνετο βουλευομένοις αὐτοῖς, τῶν δὲ βασιλειῶν αὐτὸς μὲν ἀπέφαινε τὴν Πάρθων ἱκανωτάτην οὖσαν ἔν τε τῷ παρόντι δέξασθαι καὶ περιβαλεῖν σφᾶς ἀσθενεῖς ὄντας, αὖθίς τε ῥῶσαι καὶ προπέμψαι μετὰ πλείστης δυνάμεως·

τῶν δʼ ἄλλων οἱ μὲν εἰς Λιβύην καὶ Ἰόβαν ἔτρεπον τὴν γνώμην, Θεοφάνει δὲ τῷ Λεσβίῳ μανικὸν ἐδόκει τριῶν ἡμερῶν πλοῦν ἀπέχουσαν Αἴγυπτον ἀπολιπόντα καὶ Πτολεμαῖον, ἡλικίαν μὲν ἀντίπαιδα, φιλίας δὲ καὶ χάριτος πατρῴας ὑπόχρεων, Πάρθοις ὑποβαλεῖν

paris.1624.660
ἑαυτόν, ἀπιστοτάτῳ γένει, καὶ Ῥωμαίῳ μὲν ἀνδρὶ κηδεστῇ γενομένῳ τὰ δεύτερα λέγοντα πρῶτον εἶναι τῶν ἄλλων μὴ θέλειν μηδὲ πειρᾶσθαι τῆς ἐκείνου μετριότητος,

Ἀρσάκην δὲ ποιεῖσθαι κύριον ἑαυτοῦ τὸν μηδὲ Κράσσου δυνηθέντα ζῶντος· καὶ γυναῖκα νέαν οἴκου τοῦ Σκηπίωνος εἰς βαρβάρους κομίζειν ὕβρει καὶ ἀκολασίᾳ τὴν ἐξουσίαν μετροῦντας, ᾗ, κἂν μὴ πάθῃ, δόξῃ δὲ παθεῖν,

p.316
δεινόν ἐστιν ἐπὶ τοῖς ποιῆσαι δυναμένοις γενομένῃ, τοῦτο μόνον, ὥς φασιν, ἀπέτρεψε τῆς ἐπὶ τὸν Εὐφράτην ὁδοῦ Πομπήϊον εἰ δή τις ἔτι Πομπηΐου λογισμός, ἀλλʼ οὐχὶ δαίμων ἐκείνην ὑφηγεῖτο τὴν ὁδόν.