Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ταῦτα εἰπεῖν τὴν Κορνηλίαν λέγουσι, τὸν δὲ Πομπήϊον ἀποκρίνασθαι μίαν ἄρα, Κορνηλία, τύχην ᾔδεις τὴν ἀμείνονα, ἣ καὶ σὲ ἴσως ἐξηπάτησεν, ὅτι μοι χρόνον πλείονα τοῦ συνήθους παρέμεινεν. ἀλλὰ καὶ ταῦτα δεῖ φέρειν γενομένους ἀνθρώπους, καὶ τῆς τύχης ἔτι πειρατέον. οὐ γὰρ ἀνέλπιστον ἐκ τούτων ἀναλαβεῖν ἐκεῖνα τὸν ἐξ ἐκείνων ἐν τούτοις γενόμενον.

ἡ μὲν οὖν γυνὴ μετεπέμπετο χρήματα καὶ θεράποντας ἐκ πόλεως· τῶν δὲ Μιτυληναίων τὸν Πομπήϊον ἀσπασαμένων καὶ παρακαλούντων εἰσελθεῖν εἰς τὴν πόλιν, οὐκ ἠθέλησεν, ἀλλὰ κἀκείνους ἐκέλευσε τῷ κρατοῦντι πείθεσθαι καὶ θαρρεῖν εὐγνώμονα γὰρ εἶναι Καίσαρα καὶ χρηστόν.

αὐτὸς δὲ πρὸς Κράτιππον τραπόμενος τὸν φιλόσοφον κατέβη γὰρ ἐκ τῆς πόλεως

p.312
ὀψόμενος αὐτόν, ἐμέμψατο καὶ συνδιηπόρησε βραχέα περὶ τῆς προνοίας, ὑποκατακλινομένου τοῦ Κρατίππου καὶ παράγοντος αὐτὸν ἐπὶ τὰς ἀμείνονας ἐλπίδας, ὅπως μὴ λυπηρὸς μηδὲ ἄκαιρος ἀντιλέγων εἴη.

ἐπεὶ τὸ μὲν ἐρέσθαι τὸν Πομπήϊον ἦν ὑπὲρ τῆς προνοίας, τὸν δʼ ἀποφαίνεσθαι ὅτι τοῖς πράγμασιν ἤδη μοναρχίας ἔδει διὰ τὴν κακοπολιτείαν ἐρέσθαι δέ· πῶς, ὦ Πομπήϊε, καὶ τίνι τεκμηρίῳ πεισθῶμεν ὅτι βέλτιον ἂν σὺ τῇ τύχῃ Καίσαρος ἐχρήσω κρατήσας ; ἀλλὰ ταῦτα μὲν ἐατέον ὥσπερ ἔχει, τὰ τῶν θεῶν.