Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὕτω δὲ παραπλεύσας ἐπʼ Ἀμφιπόλεως ἐκεῖθεν εἰς Μιτυλήνην ἐπεραιοῦτο, βουλόμενος τὴν Κορνηλίαν ἀναλαβεῖν καὶ τὸν υἱόν. ἐπεὶ δὲ προσέσχε τῇ νήσῳ κατʼ αἰγιαλόν, ἔπεμψεν εἰς πόλιν ἄγγελον, οὐχ ὡς ἡ Κορνηλία προσεδόκα τοῖς πρὸς χάριν ἀπαγγελλομένοις καὶ γραφομένοις, ἐλπίζουσα τοῦ πολέμου κεκριμένου περὶ Δυρράχιον ἔτι λοιπὸν ἔργον εἶναι Πομπηΐῳ τὴν Καίσαρος δίωξιν.

ἐν τούτοις οὖσαν αὑτὴν καταλαβὼν ὁ ἄγγελος ἀσπάσασθαι μὲν οὐχ ὑπέμεινε, τὰ δὲ πλεῖστα καὶ μέγιστα τῶν κακῶν τοῖς δάκρυσι μᾶλλον ἢ τῇ φωνῇ φράσας σπεύδειν ἐκέλευσεν, εἰ βούλεταί πως Πομπήϊον ἰδεῖν ἐπὶ νεὼς μιᾶς καὶ ἀλλοτρίας, ἡ δὲ ἀκούσασα προήκατο μὲν αὑτὴν χαμᾶζε καὶ πολὺν χρόνον ἔκφρων καὶ ἄναυδος ἔκειτο, μόλις δέ πως ἔμφρων

p.310
γενομένη καὶ συννοήσασα τὸν καιρὸν οὐκ ὄντα θρήνων καὶ δακρύων, ἐξέδραμε διὰ τῆς πόλεως ἐπὶ θάλατταν.

ἀπαντήσαντος δὲ τοῦ Πομπηΐου καὶ δεξαμένου ταῖς ἀγκάλαις αὑτὴν ὑπερειπομένην καὶ περιπίπτουσαν, ὁρῶ σε, εἶπεν, ἄνερ, οὐ τῆς σῆς τύχης ἔργον, ἀλλὰ τῆς ἐμῆς,

paris.1624.659
προσερριμμένον ἑνὶ σκάφει τὸν πρὸ τῶν Κορνηλίας γάμων πεντακοσίαις ναυσὶ ταύτην περιπλεύσαντα τὴν θάλασσαν, τί μʼ ἦλθες ἰδεῖν καὶ οὐκ ἀπέλιπες τῷ βαρεῖ δαίμονι τὴν καὶ σὲ δυστυχίας ἀναπλήσασαν τοσαύτης; ὡς εὐτυχὴς μὲν ἂν ἤμην γυνὴ πρὸ τοῦ Πόπλιον ἐν Πάρθοις ἀκοῦσαι τὸν παρθένιον ἄνδρα κείμενον ἀποθανοῦσα, σώφρων δὲ καὶ μετʼ ἐκεῖνον, ὥσπερ ὥρμησα, τὸν ἐμαυτῆς προεμένη βίον ἐσωζόμην δʼ ἄρα καὶ Πομπηΐῳ Μάγνῳ συμφορὰ γενέσθαι.