Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐκεῖ δὲ τῆς νυκτὸς τὸ λοιπὸν ἀναπαυσάμενος ἐν καλυβίῳ τινὶ σαγηνέων, καὶ περὶ τὸν ὄρθρον ἐπιβὰς ποταμίου πλοίου, καὶ τῶν ἑπομένων τοὺς ἐλευθέρους ἀναλαβὼν, τοὺς δὲ θεράποντας ἀπιέναι πρὸς Καίσαρα κελεύσας καὶ μὴ δεδιέναι, παρὰ γῆν κομιζόμενος εἶδεν εὐμεγέθη φορτηγὸν ἀνάγεσθαι μέλλουσαν, ἧς ἐναυκλήρει Ῥωμαῖος ἀνὴρ οὐ πάνυ Πομπηΐῳ συνήθης, γινώσκων δὲ τὴν ὄψιν αὐτοῦ· Πετίκιος ἐπεκαλεῖτο.

τούτῳ συνεβεβήκει τῆς παρῳχημένης νυκτὸς ἰδεῖν κατὰ τοὺς ὕπνους Πομπήϊον, οὐχ ὃν ἑωράκει πολλάκις, ἀλλὰ ταπεινὸν καὶ κατηφῆ, προσδιαλεγόμενον αὐτῷ. καὶ ταῦτα τοῖς συμπλέουσιν ἐτύγχανε διηγούμενος, ὡς δὴ φιλεῖ περὶ πραγμάτων τηλικούτων λόγον ἔχειν ἀνθρώπους σχολὴν ἄγοντας.

ἐξαίφνης δέ τις τῶν ναυτῶν ἔφρασε κατιδὼν ὅτι πλοῖον ποτάμιον ἀπὸ τῆς γῆς ἐρέσσεται καὶ κατασείουσί τινες ἄνθρωποι τὰ ἱμάτια καὶ τὰς χεῖρας ὀρέγουσι πρὸς αὐτούς, ἐπιστήσας οὖν ὁ Πετίκιος εὐθὺς ἔγνω τὸν Πομπήϊον, οἷον ὄναρ εἶδε· καὶ πληξάμενος τὴν κεφαλὴν ἐκέλευσε τοὺς ναύτας τὸ ἐφόλκιον παραβαλεῖν, καὶ τὴν δεξιὰν ἐξέτεινε καὶ προσεκάλει τὸν Πομπήϊον, ἤδη συμφρονῶν τῷ σχήματι τὴν τύχην καὶ μεταβολὴν τοῦ ἀνδρός.

ὅθεν οὔτε παράκλησιν ἀναμείνας οὔτε λόγον, ἀλλʼ ἀναλαβὼν ὅσους ἐκέλευσε μετʼ αὐτοῦ (Λέντουλοι δὲ ἦσαν ἀμφότεροι καὶ

p.308
Φαώνιος)̓ ἀνήχθη· καὶ μικρὸν ὕστερον ἰδόντες ἀπὸ γῆς ἁμιλλώμενον Δηϊόταρον τὸν βασιλέα προσαναλαμβάνουσιν. ἐπεὶ δὲ καιρὸς ἦν δείπνου καὶ παρεσκεύασεν ὁ ναύκληρος ἐκ τῶν παρόντων, ἰδὼν ὁ Φαώνιος οἰκετῶν ἀπορίᾳ τὸν Πομπήϊον ἀρχόμενον αὑτὸν ὑπολύειν προσέδραμε καὶ ὑπέλυσε καὶ συνήλειψε.

καὶ τὸ λοιπὸν ἐκ τούτου περιέπων καὶ θεραπεύων ὅσα δεσπότας δοῦλοι, μέχρι νίψεως ποδῶν καὶ δείπνου παρασκευῆς, διετέλεσεν, ὥστε τὴν ἐλευθεριότητα τῆς ὑπουργίας ἐκείνης θεασάμενον ἄν τινα καὶ τὸ ἀφελὲς καὶ ἄπλαστον εἰπεῖν·

φεῦ τοῖσι γενναίοισιν ὡς ἅπαν καλόν.

οὕτω δὲ παραπλεύσας ἐπʼ Ἀμφιπόλεως ἐκεῖθεν εἰς Μιτυλήνην ἐπεραιοῦτο, βουλόμενος τὴν Κορνηλίαν ἀναλαβεῖν καὶ τὸν υἱόν. ἐπεὶ δὲ προσέσχε τῇ νήσῳ κατʼ αἰγιαλόν, ἔπεμψεν εἰς πόλιν ἄγγελον, οὐχ ὡς ἡ Κορνηλία προσεδόκα τοῖς πρὸς χάριν ἀπαγγελλομένοις καὶ γραφομένοις, ἐλπίζουσα τοῦ πολέμου κεκριμένου περὶ Δυρράχιον ἔτι λοιπὸν ἔργον εἶναι Πομπηΐῳ τὴν Καίσαρος δίωξιν.