Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὡς δʼ οὖν τὸ Φαρσάλιον πεδίον ἀνδρῶν καὶ ἵππων καὶ ὅπλων ἀνεπέπληστο καὶ μάχης ἤρθη παρʼ ἀμφοτέρων σημεῖα, πρῶτος ἐκ τῆς Καίσαρος φάλαγγος ἐξέδραμε Γάϊος Κρασσιανός, ἀνδρῶν ἑκατὸν εἴκοσι λοχαγῶν, μεγάλην ἀποδιδοὺς ὑπόσχεσιν Καίσαρι.

πρῶτον γὰρ αὐτὸν

paris.1624.657
ἐξιὼν τοῦ χάρακος εἶδε, καὶ προσαγορεύσας ἤρετο πῶς φρονοίη περὶ τῆς μάχης, ὁ δὲ τὴν δεξιὰν προτείνας ἀνεβόησε· νικήσεις λαμπρῶς, ὦ Καῖσαρ· ἐμὲ δὲ ἢ ζῶντα τήμερον ἢ νεκρὸν ἐπαινέσεις. τούτων τῶν λόγων μεμνημένος ἐξώρμησε καὶ συνεπεσπάσατο πολλοὺς καὶ προσέβαλε κατὰ μέσους τοὺς πολεμίους.

γενομένου δὲ τοῦ ἀγῶνος εὐθὺς ἐν ξίφεσι καὶ πολλῶν φονευομένων, βιαζόμενον πρόσω καὶ διακόπτοντα τοὺς πρώτους ὑποστάς τις ὠθεῖ διὰ τοῦ στόματος τὸ ξίφος, ὥστε τὴν αἰχμὴν περάσασαν ἀνασχεῖν κατὰ τὸ ἰνίον. πεσόντος δὲ τοῦ Κρασσιανοῦ, κατὰ τοῦτο μὲν ἦν ἰσόρροπος ἡ μάχη, τὸ δὲ δεξιὸν ὁ Πομπήϊος οὐ ταχέως ἐπῆγεν, ἀλλὰ παπταίνων ἐπὶ θάτερα καὶ τὸ τῶν ἱππέων ἀναμένων ἔργον ἐνδιέτριβεν.

ἤδη δὲ ἐκεῖνοι τοὺς οὐλαμοὺς ἀνῆγον ὡς κυκλωσόμενοι τὸν Καίσαρα, καὶ τοὺς προτεταγμένους ἱππεῖς ὀλίγους ὄντας ἐμβαλοῦντες εἰς τὴν φάλαγγα. Καίσαρος δὲ σημεῖον ἄραντος, οἱ μὲν ἱππεῖς ἐξανεχώρησαν, αἱ δὲ ἐπιτεταγμέναι σπεῖραι πρὸς τὴν κύκλωσιν ἐκδραμοῦσαι, τρισχίλιοι ἄνδρες,

p.302
ὑπαντιάζουσι τοὺς πολεμίους, καὶ παριστάμενοι καθʼ ἵππων, ὡς ἐδιδάχθησαν, ὑψηλοῖς ἐχρῶντο τοῖς ὑσσοῖς, ἐφιέμενοι τῶν προσώπων.

οἱ δέ, ἅτε μάχης πάσης ἄπειροι, τοιαύτην δὲ μὴ προσδοκήσαντες μηδὲ προμαθόντες, οὐκ ἐτόλμων οὐδὲ ἠνείχοντο τὰς πληγὰς ἐν ὄμμασι καὶ στόμασιν οὔσας, ἀλλʼ ἀποστρεφόμενοι καὶ προϊσχόμενοι τῶν ὄψεων τὰς χεῖρας ἀκλεῶς ἐτράποντο. φευγόντων δὲ τούτων ἀμελήσαντες οἱ Καίσαρος ἐχώρουν ἐπὶ τοὺς πεζούς, ᾗ μάλιστα τῶν ἱππέων τὸ κέρας ἐψιλωμένον περιδρομὴν ἐδίδου καὶ κύκλωσιν.

ἅμα δὲ τούτων ἐκ πλαγίου προσπεσόντων καὶ κατὰ στόμα τοῦ δεκάτου προσμίξαντος οὐχ ὑπέμειναν οὐδὲ συνέστησαν, ὁρῶντες ἐν ᾧ κυκλώσεσθαι τοὺς πολεμίους ἤλπιζον αὑτοὺς τοῦτο πάσχοντας.