Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οἱ δὲ στρατιῶται θεασάμενοι μετὰ βοῆς καὶ χαρᾶς τὰς σκηνὰς ἀφέντες ἐφέροντο πρὸς τὰ ὅπλα. καὶ τῶν ταξιαρχῶν ἀγόντων εἰς ἣν ἔδει τάξιν, ἕκαστος, ὥσπερ χορός, ἄνευ θορύβου μεμελετημένως εἰς τάξιν[*](εἰς τάξιν bracketed by Bekker.) καὶ πρᾴως καθίστατο.

Πομπήϊος δὲ τὸ μὲν δεξιὸν αὐτὸς ἔχων ἔμελλεν ἀνθίστασθαι πρὸς Ἀντώνιον, ἐν δὲ τῷ μέσῳ Σκηπίωνα τὸν πενθερὸν ἀντέταξε Καλβίνῳ Λευκίῳ, τὸ δὲ εὐώνυμον εἶχε μὲν Λεύκιος Δομέτιος, ἐρρώσθη δὲ τῷ πλήθει τῶν ἱππέων.

ἐνταῦθα γὰρ ὀλίγου δεῖν ἅπαντες ἐρρύησαν ὡς Καίσαρα

paris.1624.656
βιασόμενοι καὶ τὸ δέκατον τάγμα διακόψοντες, οὗ πλεῖστος ἦν ὁ λόγος ὡς μαχιμωτάτου, καὶ Καῖσαρ ἐν ἐκείνῳ ταττόμενος εἰώθει μάχεσθαι. κατιδὼν δὲ πεφραγμένον ἵππῳ τοσαύτῃ τῶν πολεμίων τὸ εὐώνυμον, καὶ φοβηθεὶς τὴν λαμπρότητα τοῦ ὁπλισμοῦ, μετεπέμψατο σπείρας ἓξ ἀπὸ τῶν ἐπιταγμάτων καὶ κατέστησεν ὄπισθεν τοῦ δεκάτου,

κελεύσας ἡσυχίαν ἄγειν ἀδήλους τοῖς πολεμίοις ὄντας· ὅταν δὲ προσελαύνωσιν οἱ ἱππεῖς, διὰ τῶν προμάχων ἐκδραμόντας μὴ προέσθαι τοὺς ὑσσούς, ὥσπερ εἰώθασιν οἱ κράτιστοι

p.296
σπευδοντες ἐπὶ τὰς ξιφουλκίας, ἀλλὰ παίειν ἄνω συντιτρώσκοντας ὄμματα καὶ πρόσωπα τῶν πολεμίων οὐ γὰρ μενεῖν τοὺς καλοὺς τούτους καὶ ἀνθηροὺς πυρριχιστὰς διὰ τὸν ὡραϊσμόν, οὐδὲ ἀντιβλέψειν πρὸς τὸν σίδηρον ἐν ὀφθαλμοῖς γινόμενον. ἐν τούτοις μὲν οὖν ὁ Καῖσαρ ἦν.