Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἀθροισθείσης δὲ βουλῆς Ἀφράνιος μὲν ἀπεφαίνετο γνώμην ἔχεσθαι τῆς Ἰταλίας, ταύτην γὰρ εἶναι τοῦ πολέμου τὸ μέγιστον ἆθλον,

p.288
προστιθέναι δὲ τοῖς κρατοῦσιν εὐθὺς Σικελίαν, Σαρδόνα, Κύρνον, Ἰβηρίαν, Γαλατίαν ἅπασαν ἧς τε δὴ πλεῖστος ὁ λόγος Πομπηΐῳ πατρίδος ὀρεγούσης χεῖρας ἐγγύθεν, οὐ καλῶς ἔχειν περιορᾶν προπηλακιζομένην καὶ δουλεύουσαν οἰκέταις καὶ κόλαξι τυράννων.

αὐτὸς δὲ Πομπήϊος οὔτε πρὸς δόξαν ἡγεῖτο καλὸν αὑτῷ δευτέραν φυγὴν φεύγειν Καίσαρα καὶ διώκεσθαι, τῆς τύχης διώκειν διδούσης, οὔτε ὅσιον ἐγκαταλιπεῖν Σκηπίωνα καὶ τοὺς περὶ τὴν Ἑλλάδα καὶ Θετταλίαν ἄνδρας ὑπατικούς, εὐθὺς ὑπὸ Καίσαρι γενησομένους μετὰ χρημάτων καὶ δυνάμεων μεγάλων, τῆς δὲ Ῥώμης μάλιστα κήδεσθαι τὸν ἀπωτάτω πολεμοῦντα περὶ αὐτῆς, ὅπως ἀπαθὴς κακῶν οὖσα καὶ ἀνήκοος περιμένῃ τὸν κρατοῦντα.

ταῦτα ψηφισάμενος ἐδίωκε Καίσαρα, μάχης μὲν ἐγνωκὼς ἀπέχεσθαι, πολιορκεῖν δὲ καὶ τρίβειν ταῖς ἀπορίαις ἐγγύθεν ἐπακολουθῶν, καὶ γὰρ ἄλλως ταῦτα συμφέρειν ἡγεῖτο, καὶ λόγος τις εἰς αὐτὸν ἧκεν ἐν τοῖς ἱππεῦσι φερόμενος, ὡς χρὴ τάχιστα τρεψαμένους Καίσαρα συγκαταλύειν κἀκεῖνον αὐτόν.

ἔνιοι δέ φασι διὰ τοῦτο καὶ Κάτωνι μηδὲν ἄξιον σπουδῆς χρήσασθαι Πομπήϊον, ἀλλὰ καὶ πορευόμενον ἐπὶ Καίσαρα πρὸς θαλάσσῃ καταλιπεῖν ἐπὶ τῆς ἀποσκευῆς, φοβηθέντα μὴ Καίσαρος ἀναιρεθέντος ἀναγκάσῃ κἀκεῖνον εὐθὺς ἀποθέσθαι τὴν ἀρχήν, οὕτω δὲ παρακολουθῶν ἀτρέμα τοῖς πολεμίοις ἐν αἰτίαις ἦν καὶ καταβοήσεσιν ὡς οὐ Καίσαρα καταστρατηγῶν, ἀλλὰ τὴν πατρίδα καὶ

p.290
τὴν βουλήν, ὅπως διὰ παντὸς ἄρχῃ καὶ μηδέποτε παύσηται τοῖς ἀξιοῦσι τῆς οἰκουμένης ἄρχειν χρώμενος ὑπηρέταις καὶ δορυφόροις.