Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐπεὶ δὲ βουλῆς γενομένης καὶ γνώμην Κάτωνος εἰπόντος ἐψηφίσαντο μηδένα Ῥωμαίων ἄνευ παρατάξεως ἀναιρεῖν μηδὲ διαρπάζειν πόλιν ὑπήκοον Ῥωμαίοις, ἔτι μᾶλλον ἡ Πομπηΐου μερὶς ἠγαπήθη· καὶ γὰρ οἷς μηδὲν ἦν πρᾶγμα τοῦ πολέμου πόρρω κατοικοῦσιν ἢ διʼ ἀσθένειαν ἀμελουμένοις, τῷ γε βούλεσθαι συγκατετίθεντο καὶ τῷ λόγῳ συνεμάχουν ὑπὲρ τῶν δικαίων,

p.284
ἡγούμενοι θεοῖς εἶναι καὶ ἀνθρώποις ἐχθρὸν ᾧ μὴ καθʼ ἡδονήν ἐστι νικᾶν Πομπήϊον.

οὐ μὴν ἀλλὰ καὶ Καῖσαρ εὐγνώμονα παρεῖχεν ἑαυτὸν ἐν τῷ κρατεῖν, ὃς καὶ τὰς ἐν Ἰβηρίᾳ τοῦ Πομπηΐου δυνάμεις ἑλὼν καὶ καταπολεμήσας ἀφῆκε τοὺς στρατηγούς, τοῖς δὲ στρατιώταις ἐχρῆτο. καὶ πάλιν ὑπερβαλὼν τὰς Ἄλπεις καὶ διαδραμὼν τὴν Ἰταλίαν εἰς Βρεντέσιον ἧκεν ἐν τροπαῖς ἤδη τοῦ χειμῶνος ὄντος·

καὶ διαπεράσας τὸ πέλαγος αὐτὸς μὲν εἰς Ὤρικον παρενέβαλεν, Οὐιβούλλιον[*](Οὐιβούλλιον after Caesar, Bell. Civ. iii. 10: Ἰούβιον.) δὲ τὸν Πομπηΐου φίλον αἰχμάλωτον ἔχων σὺν ἑαυτῷ πρὸς Πομπήϊον ἀνέστειλε, προκαλούμενος εἰς ἓν συνελθόντας ἀμφοτέρους ἡμέρᾳ τρίτῃ πάντα διαλῦσαι τὰ στρατεύματα καὶ γενομένους φίλους καὶ ὀμόσαντας ἐπανελθεῖν εἰς Ἰταλίαν.

ταῦτα Πομπήϊος αὖθις ἐνέδραν ἡγεῖτο· καὶ καταβὰς ὀξέως ἐπὶ θάλατταν κατέλαβε χωρία καὶ τόπους ἕδρας τε τοῖς πεζοῖς στρατοπέδοις ὑπεραλκεῖς ἔχοντα, καὶ ναύλοχα καὶ κατάρσεις ἐπιφόρους τοῖς ἐπιφοιτῶσι διὰ θαλάττης, ὥστε πάντα πνεῖν ἄνεμον Πομπηΐῳ σῖτον ἢ στρατιὰν ἢ χρήματα κομίζοντα, Καίσαρα δὲ δυσχερείαις κατὰ γῆν ὁμοῦ καὶ κατὰ θάλατταν περιεχόμενον ἐξ ἀνάγκης φιλομαχεῖν,

καὶ προσβάλλοντα τοῖς ἐρύμασι καὶ προκαλούμενον ἑκάστοτε τὰ μὲν πλεῖστα νικᾶν καὶ κρατεῖν τοῖς ἀκροβολισμοῖς, ἅπαξ δὲ μικροῦ συντριβῆναι καὶ τὴν στρατιὰν ἀποβαλεῖν, τοῦ Πομπηΐου λαμπρῶς ἀγωνισαμένου μέχρι τροπῆς ἁπάντων καὶ φόνου δισχιλίων, βιάσασθαι δὲ καὶ συνεισπεσεῖν μὴ

paris.1624.654
δυνηθέντος ἢ φοβηθέντος, ὥστε εἰπεῖν Καίσαρα
p.286
πρὸς τοὺς φίλους ὅτι Σήμερον ἂν ἡ νίκη παρὰ τοῖς πολεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον.