Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οἱ μὲν οὖν ἄλλοι τοῦ Πομπηΐου τὸν ἀπόπλουν ἐν τοῖς ἀρίστοις τίθενται στρατηγήμασιν, αὐτὸς δὲ Καῖσαρ ἐθαύμαζεν ὅτι καὶ πόλιν

p.280
ἔχων ὀχυρὰν καὶ προσδοκῶν τὰς ἐξ Ἰβηρίας δυνάμεις καὶ θαλασσοκρατῶν ἐξέλιπε καὶ προήκατο τὴν Ἰταλίαν. αἰτιᾶται καὶ Κικέρων ὅτι τὴν Θεμιστοκλέους ἐμιμήσατο στρατηγίαν μᾶλλον ἢ τὴν Περικλέους, τῶν πραγμάτων τούτοις ὁμοίων ὄντων, οὐκ ἐκείνοις.

ἐδήλωσε δὲ Καῖσαρ ἔργῳ σφόδρα φοβούμενος τὸν χρόνον· ἔχων γὰρ Νουμέριον Πομπηΐου φίλον ἀπέστειλεν εἰς Βρεντέσιον ἐπὶ τοῖς ἴσοις ἀξιῶν διαλλαγῆναι Νουμέριος δὲ Πομπηΐῳ συνεξέπλευσεν. ἐντεῦθεν ὁ μὲν ἐν ἡμέραις[*](ἐν ἡμέραις Bekker, after Emperius: ἡμέραις.) ἑξήκοντα κύριος γεγονὼς ἀναιμωτὶ τῆς Ἰταλίας ὅλης ἐβούλετο μὲν εὐθὺς Πομπήϊον διώκειν, πλοίων δὲ μὴ παρόντων ἀποστρέψας εἰς Ἰβηρίαν ἤλαυνε, τὰς ἐκεῖ δυνάμεις προσαγαγέσθαι βουλόμενος.

ἐν δὲ τῷ χρόνῳ τούτῳ μεγάλη συνέστη Πομπηΐῳ δύναμις, ἡ μὲν ναυτικὴ καὶ παντελῶς

paris.1624.653
ἀνανταγώνιστος ʽἦσαν γὰρ αἱ μάχιμοι πεντακόσιαι, λιβυρνίδων δὲ καὶ κατασκόπων ὑπερβάλλων ἀριθμὸς, ἱππεῖς δέ, Ῥωμαίων καὶ Ἰταλῶν τὸ ἀνθοῦν, ἑπτακισχίλιοι, γένεσι καὶ πλούτῳ καὶ φρονήμασι διαφέροντες· τὴν δὲ πεζὴν σύμμικτον οὖσαν καὶ μελέτης δεομένην ἐγύμναζεν ἐν Βεροίᾳ καθήμενος οὐκ ἀργός, ἀλλʼ ὥσπερ ἀκμάζοντι χρώμενος αὑτῷ πρὸς τὰ γυμνάσια.

μεγάλη γὰρ ἦν ῥοπὴ πρὸς τὸ θαρρεῖν τοῖς ὁρῶσι Πομπήϊον Μάγνον ἑξήκοντα μὲν ἔτη δυεῖν λείποντα γεγενημένον, ἐν δὲ τοῖς ὅπλοις ἁμιλλώμενον πεζόν, εἶτα ἱππότην αὖθις ἑλκόμενόν τε τὸ ξίφος ἀπραγμόνως θέοντι τῷ ἵππῳ καὶ κατακλείοντα πάλιν εὐχερῶς, ἐν δὲ τοῖς ἀκοντισμοῖς οὐ μόνον

p.282
ἀκρίβειαν, ἀλλὰ καὶ ῥώμην ἐπιδεικνύμενον εἰς μῆκος, ὃ πολλοὶ τῶν νέων οὐχ ὑπερέβαλλον.

ἐπεφοίτων δὲ καὶ βασιλεῖς ἐθνῶν καὶ δυνάσται, καὶ τῶν ἀπὸ Ῥώμης ἡγεμονικῶν ἀριθμὸς ἦν ἐντελοῦς βουλῆς περὶ αὐτόν. ἦλθε δὲ καὶ Λαβιηνὸς[*](Λαβιηνὸς with Coraës and Bekker: Λαβεὼν.) ἀπολιπὼν Καίσαρα φίλος γεγονὼς καὶ συνεστρατευμένος ἐν Γαλατίᾳ, καὶ Βροῦτος, υἱὸς ὢν Βρούτου τοῦ περὶ Γαλατίαν σφαγέντος, ἀνὴρ μεγαλόφρων καὶ μηδέποτε Πομπήϊον προσειπὼν μηδὲ ἀσπασάμενος πρότερον ὡς φονέα τοῦ πατρός, τότε δὲ ὡς ἐλευθεροῦντι τὴν Ῥώμην ὑπέταξεν ἑαυτόν.

Κικέρων δέ, καίπερ ἄλλα γεγραφὼς καὶ βεβουλευμένος, ὅμως κατῃδέσθη μὴ γενέσθαι τοῦ προκινδυνεύοντος ἀριθμοῦ τῆς πατρίδος. ἦλθε δὲ καὶ Τίδιος Σέξτιος, ἐσχατόγηρως ἀνὴρ θάτερον πεπηρωμένος σκέλος, εἰς Μακεδονίαν ὃν τῶν ἄλλων γελώντων καὶ χλευαζόντων, ὁ Πομπήϊος ἰδὼν ἐξανέστη καὶ προσέδραμε, μέγα νομίζων μαρτύριον εἶναι καὶ τοὺς παρʼ ἡλικίαν καὶ παρὰ δύναμιν αἱρουμένους τὸν μετʼ αὐτοῦ κίνδυνον ἀντὶ τῆς ἀσφαλείας.