Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

αὐτὸς δὲ φραξάμενος τὰς πύλας καὶ τοῖς τείχεσι τοὺς ἐλαφροτάτους στρατιώτας ἐπιστήσας, τοὺς δὲ Βρεντεσίνους ἀτρεμεῖν κατʼ οἰκίαν κελεύσας. ὅλην ἐντὸς τὴν πόλιν ἀνέσκαψε καὶ διετάφρευσε, καὶ σκολόπων ἐνέπλησε τοὺς στενωποὺς πλὴν δυεῖν, διʼ ὧν ἐπὶ θάλατταν αὐτὸς κατῆλθεν.

ἡμέρᾳ δὲ τρίτῃ τὸν μὲν ἄλλον ὄχλον ἐν ταῖς ναυσὶν εἶχεν ἤδη καθʼ ἡσυχίαν ἐμβεβηκότα, τοῖς δὲ τὰ τείχη φυλάττουσιν ἐξαίφνης σημεῖον ἄρας καὶ καταδραμόντας ὀξέως ἀναλαβὼν ἀπεπέρασεν. ὁ δὲ Καῖσαρ, ὡς εἶδεν ἐκλελειμμένα τὰ τείχη, τὴν φυγὴν αἰσθόμενος μικροῦ μὲν ἐδέησε διώκων τοῖς σταυροῖς καὶ τοῖς ὀρύγμασι περιπετὴς γενέσθαι, τῶν δὲ Βρεντεσίνων φρασάντων φυλαττόμενος τὴν πόλιν καὶ κύκλῳ περιϊὼν ἀνηγμένους εὗρε πάντας πλὴν δυεῖν πλοίων στρατιώτας τινὰς οὐ πολλοὺς ἐχόντων.