Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

νομίζει δὲ καὶ τοὺς κατειλεγμένους πρότερον ἐν τάχει συνάξειν τρισμυρίους ὄντας, ὁ μὲν Τύλλος ἀναβοήσας, Ἐξηπάτηκας ἡμᾶς, ὦ Πομπήϊε, συνεβούλευεν ὡς Καίσαρα πρέσβεις ἀποστέλλειν, Φαώνιος δέ τις, ἀνὴρ τἆλλα μὲν οὐ πονηρός, αὐθαδείᾳ δὲ καὶ ὕβρει πολλάκις τὴν Κάτωνος οἰόμενος ἀπομιμεῖσθαι παρρησίαν, ἐκέλευε τὸν Πομπήϊον τῷ ποδὶ τύπτειν τὴν γῆν, ἃς ὑπισχνεῖτο δυνάμεις ἀνακαλούμενον.

ὁ δὲ ταύτην μὲν ἤνεγκε τὴν ἀκαιρίαν πρᾴως· τοῦ δὲ Κάτωνος ὑπομιμνήσκοντος ὧν ἐν ἀρχῇ περὶ Καίσαρος αὐτῷ προεῖπεν, ἀπεκρίνατο μαντικώτερα μὲν εἶναι τὰ Κάτωνι λεχθέντα, φιλικώτερα δὲ ὑπʼ αὐτοῦ πεπρᾶχθαι.

Κάτων δὲ συνεβούλευεν αἱρεῖσθαι στρατηγὸν αὐτοκράτορα Πομπήϊον, ἐπειπὼν ὅτι τῶν αὐτῶν ἐστι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν. οὗτος μὲν οὖν εὐθὺς ἐξῆλθεν εἰς Σικελίαν ἔλαχε γὰρ αὐτὴν τῶν ἐπαρχιῶν καὶ τῶν ἄλλων ἕκαστος εἰς ἃς ἐκληρώθη. τῆς δʼ Ἰταλίας σχεδὸν ὅλης ἀνισταμένης ἀπορίαν εἶχε τὸ γινόμενον.

οἱ μὲν γὰρ ἔξωθεν φερόμενοι φυγῇ πανταχόθεν εἰς τὴν Ῥώμην ἐνέπιπτον, οἱ δὲ τὴν Ῥώμην οἰκοῦντες ἐξέπιπτον αὐτοὶ καὶ ἀπέλειπον τὴν πόλιν, ἐν

paris.1624.652
χειμῶνι καὶ ταράχῳ τοσούτῳ τὸ μὲν χρήσιμον
p.276
ἀσθενὲς ἔχουσαν, τὸ δὲ ἀπειθὲς ἰσχυρὸν καὶ δυσμεταχείριστον τοῖς ἄρχουσιν. οὐ γὰρ ἦν παῦσαι τὸν φόβον, οὐδὲ εἴασέ τις χρῆσθαι τοῖς ἑαυτοῦ λογισμοῖς Πομπήϊον, ἀλλʼ ᾧ τις ἐνετύγχανε πάθει, φοβηθεὶς ἢ λυπηθεὶς ἢ διαπορήσας, τούτῳ φέρων ἐκεῖνον ἀνεπίμπλη·

καὶ τἀναντία τῆς αὐτῆς ἡμέρας ἐκράτει βουλεύματα, καὶ πυθέσθαι περὶ τῶν πολεμίων οὐδὲν ἦν ἀληθὲς αὐτῷ διὰ τὸ πολλοὺς ἀπαγγέλλειν ὅ τι τύχοιεν, εἶτα ἀπιστοῦντι χαλεπαίνειν. οὕτω δὴ ψηφισάμενος ταραχὴν ὁρᾶν καὶ κελεύσας ἅπαντας ἕπεσθαι αὐτῷ τοὺς ἀπὸ βουλῆς, καὶ προειπὼν ὅτι Καίσαρος ἡγήσεται τὸν ἀπολειφθέντα, περὶ δείλην ὀψίαν ἀπέλιπε τὴν πόλιν.

οἱ δὲ ὕπατοι μηδὲ θύσαντες ἃ νομίζεται πρὸ πολέμων ἔφυγον. ἦν δὲ καὶ παρʼ αὐτὰ τὰ δεινὰ ζηλωτὸς ἀνὴρ τῆς πρὸς αὐτὸν εὐνοίας τῶν ἀνθρώπων, ὅτι πολλῶν τὴν στρατηγίαν μεμφομένων οὐδεὶς ἦν ὁ μισῶν τὸν στρατηγόν, ἀλλὰ πλείονας ἄν τις εὗρε τῶν διὰ τὴν ἐλευθερίαν φευγόντων τοὺς ἀπολιπεῖν Πομπήϊον μὴ δυναμένους.

ὀλίγαις δὲ ὕστερον ἡμέραις Καῖσαρ εἰσελάσας καὶ κατασχὼν τὴν Ῥώμην τοῖς μὲν ἄλλοις ἐπιεικῶς ἐνέτυχε καὶ κατεπράϋνε, τῶν δὲ δημάρχων ἑνὶ Μετέλλῳ κωλύοντι χρήματα λαβεῖν αὐτὸν ἐκ τοῦ ταμιείου θάνατον ἠπείλησε, καὶ προσέθηκε τῇ ἀπειλῇ τραχύτερον λόγον ἔφη γὰρ ὡς τοῦτο φῆσαι χαλεπὸν ἦν αὐτῷ μᾶλλον ἢ

p.278
πρᾶξαι.