Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐν τούτῳ δὲ ἀπαγγέλλεται Καῖσαρ Ἀρίμινον, πόλιν μεγάλην τῆς Ἰταλίας, κατειληφὼς καὶ βαδίζων ἄντικρυς ἐπὶ τὴν Ῥώμην μετά πάσης τῆς δυνάμεως, τοῦτο δὲ ἦν ψεῦδος, ἐβάδιζε γὰρ οὐ πλείονας ἔχων ἱππέων τριακοσίων καὶ πεντακισχιλίων ὁπλιτῶν· τὴν δὲ ἄλλην δύναμιν ἐπέκεινα τῶν Ἄλπεων οὖσαν οὐ περιέμενεν, ἐμπεσεῖν ἄφνω τεταραγμένοις καὶ μὴ προσδοκῶσι βουλόμενος μᾶλλον ἢ χρόνον δοὺς ἐκ παρασκευῆς μάχεσθαι.

καὶ γὰρ ἐπὶ τὸν Ῥουβίκωνα ποταμὸν ἐλθών, ὃς ἀφώριζεν αὐτῷ τὴν δεδομένην ἐπαρχίαν, ἔστη σιωπῇ καὶ διεμέλλησεν, αὐτὸς ἄρα πρὸς ἑαυτὸν συλλογιζόμενος τὸ μέγεθος τοῦ τολμήματος, εἶτα, ὥσπερ οἱ πρὸς βάθος ἀφιέντες ἀχανὲς ἀπὸ κρημνοῦ τινος ἑαυτούς, μύσας τῷ λογισμῷ καὶ παρακαλυψάμενος πρὸς τὸ δεινόν, καὶ τοσοῦτον μόνον Ἑλληνιστὶ πρὸς τοὺς παρόντας ἐκβοήσας, ἀνερρίφθω κύβος, διεβίβαζε τὸν στρατόν.

ὡς δὲ πρῶτον ἡ φήμη προσέπεσε καὶ κατέσχε τὴν Ῥώμην μετά ἐκπλήξεως θόρυβος καὶ φόβος οἷος οὔπω πρότερον, εὐθὺς μὲν ἡ βουλὴ φερομένη πρὸς τὸν Πομπήϊον συνέτρεχε καὶ παρῆσαν αἱ

p.274
ἀρχαί, πυθομένου δὲ τοῦ Τύλλου περὶ στρατιᾶς καὶ δυνάμεως καὶ τοῦ Πομπηΐου μετά τινος μελλήσεως ἀθαρσῶς εἰπόντος ὅτι τοὺς παρὰ Καίσαρος ἥκοντας ἑτοίμους ἔχει,

νομίζει δὲ καὶ τοὺς κατειλεγμένους πρότερον ἐν τάχει συνάξειν τρισμυρίους ὄντας, ὁ μὲν Τύλλος ἀναβοήσας, Ἐξηπάτηκας ἡμᾶς, ὦ Πομπήϊε, συνεβούλευεν ὡς Καίσαρα πρέσβεις ἀποστέλλειν, Φαώνιος δέ τις, ἀνὴρ τἆλλα μὲν οὐ πονηρός, αὐθαδείᾳ δὲ καὶ ὕβρει πολλάκις τὴν Κάτωνος οἰόμενος ἀπομιμεῖσθαι παρρησίαν, ἐκέλευε τὸν Πομπήϊον τῷ ποδὶ τύπτειν τὴν γῆν, ἃς ὑπισχνεῖτο δυνάμεις ἀνακαλούμενον.

ὁ δὲ ταύτην μὲν ἤνεγκε τὴν ἀκαιρίαν πρᾴως· τοῦ δὲ Κάτωνος ὑπομιμνήσκοντος ὧν ἐν ἀρχῇ περὶ Καίσαρος αὐτῷ προεῖπεν, ἀπεκρίνατο μαντικώτερα μὲν εἶναι τὰ Κάτωνι λεχθέντα, φιλικώτερα δὲ ὑπʼ αὐτοῦ πεπρᾶχθαι.