Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

τότε οὖν ὁ Πομπήϊος ἐν τῇ Πικηνίδι τῆς Ἰταλίας διέτριβεν, ἔχων μὲν αὐτόθι καὶ χωρία, τὸ δέ πλέον ταῖς πόλεσιν ἡδόμενος οἰκείως καὶ φιλικῶς πατρόθεν ἐχούσαις πρὸς αὐτόν, ὁρῶν δὲ τοὺς ἐπιφανεστάτους καὶ βελτίστους τῶν πολιτῶν ἀπολείποντας τὰ οἰκεῖα καὶ πανταχόθεν εἰς τὸ Σύλλα στρατόπεδον ὥσπερ εἰς λιμένα

p.128
καταθέοντας, αὐτὸς οὐκ ἠξίωσεν ἀποδρὰς οὐδὲ ἀσύμβολος οὐδὲ χρῄζων βοηθείας, ἀλλὰ ὑπάρξας τινος χάριτος ἐνδόξως καὶ μετὰ δυνάμεως ἐλθεῖν πρὸς αὐτόν.

ὅθεν ἐκίνει τοὺς Πικηνοὺς ἀποπειρώμενος. οἱ δὲ ὑπήκουον αὐτῷ προθύμως καὶ τοῖς παρὰ Κάρβωνος ἥκουσιν οὐ προσεῖχον. Οὐηδίου δέ τινος εἰπόντος ὅτι δημαγωγὸς αὐτοῖς ἐκ παιδαγωγείου παραπεπήδηκεν ὁ Πομπήϊος, οὕτως ἠγανάκτησαν ὥστε εὐθὺς ἀνελεῖν προσπεσόντες τὸν Οὐήδιον.

ἐκ τούτου Πομπήϊος ἔτη μὲν τρία καὶ εἴκοσι γεγονώς, ὑπʼ οὐδενὸς δὲ ἀνθρώπων ἀποδεδειγμένος στρατηγός, αὐτὸς ἑαυτῷ δοὺς τὸ ἄρχειν, ἐν Αὐξίμῳ, πόλει μεγάλῃ, βῆμα θεὶς ἐν ἀγορᾷ, καὶ τοὺς πρωτεύοντας αὐτῶν ἀδελφοὺς δύο Οὐεντιδίους ὑπὲρ Κάρβωνος ἀντιπράττοντας διατάγματι μεταστῆναι τῆς πόλεως κελεύσας, στρατιώτας κατέλεγε, καὶ λοχαγοὺς καὶ ταξιάρχους κατὰ κόσμον ἀποδείξας ἑκάστοις τὰς κύκλῳ πόλεις ἐπῄει τὸ αὐτὸ ποιῶν.

ἐξανισταμένων δὲ καὶ ὑποχωρούντων ὅσοι τὰ Κάρβωνος ἐφρόνουν, τῶν δὲ ἄλλων ἀσμένως ἐπιδιδόντων αὑτούς, οὕτω κατανείμας ἐν ὀλίγῳ χρόνῳ τρία τάγματα τέλεια, καὶ τροφὴν πορίσας καὶ σκευαγωγὰ καὶ ἁμάξας καὶ τὴν ἄλλην πᾶσαν παρασκευήν, ἦγε πρὸς Σύλλαν, οὐκ ἐπειγόμενος οὐδὲ τὸ λαθεῖν ἀγαπῶν, ἀλλὰ διατρίβων καθʼ ὁδὸν ἐν τῷ κακῶς ποιεῖν τοὺς πολεμίους, καὶ πᾶν ὅσον ἐπῄει τῆς Ἰταλίας πειρώμενος ἀφιστάναι τοῦ Κάρβωνος.