Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐκ τούτου τὰς ἐσθῆτας ὡς ἐπὶ πένθει μετεβάλοντο. Μάρκελλος δὲ πρὸς Πομπήϊον διʼ ἀγορᾶς ἐβάδιζε τῆς βουλῆς ἑπομένης, καὶ καταστὰς ἐναντίος, κελεύω σε, εἶπεν, ὦ Πομπήϊε,

paris.1624.651
βοηθεῖν τῇ πατρίδι καὶ χρῆσθαι ταῖς παρεσκευασμέναις δυνάμεσι καὶ καταλέγειν ἑτέρας. τὰ δʼ αὐτὰ ταῦτα καὶ Λέντλος ἔλεγε, τῶν ἀποδεδειγμένων εἰς τὸ μέλλον ὑπάτων ἅτερος.

ἀρξαμένου δὲ τοῦ Πομπηΐου καταλέγειν οἱ μὲν οὐχ ὑπήκουον, ὀλίγοι δὲ γλίσχρως καὶ ἀπροθύμως συνῄεσαν, οἱ δὲ πλείους διαλύσεις ἐβόων. καὶ γὰρ ἀνέγνω τινὰ Καίσαρος ἐπιστολὴν Ἀντώνιος ἐν τῷ δήμῳ, βιασάμενος τὴν βουλήν, ἔχουσαν ἐπαγωγοὺς ὄχλου προκλήσεις, ἠξίου γὰρ ἀμφοτέρους ἐκβάντας τῶν ἐπαρχιῶν καὶ τὰς στρατιωτικὰς δυνάμεις ἀφέντας ἐπὶ τῷ δήμῳ γενέσθαι καὶ τῶν πεπραγμένων εὐθύνας ὑποσχεῖν.

οἱ δὲ περὶ Λέντλον ὑπατεύοντες ἤδη βουλὴν οὐ συνῆγον ἄρτι δὲ ἐκ Κιλικίας ἀφιγμένος Κικέρων ἔπραττε διαλλαγάς, ὅπως Καῖσαρ, ἐξελθὼν

p.272
Γαλατίας καὶ τὴν ἄλλην στρατιὰν ἀφεὶς πᾶσαν, ἐπὶ δυσὶ τάγμασι καὶ τῷ Ἰλλυρικῷ τὴν δευτέραν ὑπατείαν περιμένῃ.

Πομπηΐου δὲ δυσκολαίνοντος ἐπείσθησαν οἱ Καίσαρος φίλοι θάτερον ἀφεῖναι· Λέντλου δὲ ἀντικρούσαντος καὶ Κάτωνος αὖθις ἁμαρτάνειν τὸν Πομπήϊον ἐξαπατώμενον βοῶντος οὐκ ἔσχον αἱ διαλύσεις πέρας.

ἐν τούτῳ δὲ ἀπαγγέλλεται Καῖσαρ Ἀρίμινον, πόλιν μεγάλην τῆς Ἰταλίας, κατειληφὼς καὶ βαδίζων ἄντικρυς ἐπὶ τὴν Ῥώμην μετά πάσης τῆς δυνάμεως, τοῦτο δὲ ἦν ψεῦδος, ἐβάδιζε γὰρ οὐ πλείονας ἔχων ἱππέων τριακοσίων καὶ πεντακισχιλίων ὁπλιτῶν· τὴν δὲ ἄλλην δύναμιν ἐπέκεινα τῶν Ἄλπεων οὖσαν οὐ περιέμενεν, ἐμπεσεῖν ἄφνω τεταραγμένοις καὶ μὴ προσδοκῶσι βουλόμενος μᾶλλον ἢ χρόνον δοὺς ἐκ παρασκευῆς μάχεσθαι.

καὶ γὰρ ἐπὶ τὸν Ῥουβίκωνα ποταμὸν ἐλθών, ὃς ἀφώριζεν αὐτῷ τὴν δεδομένην ἐπαρχίαν, ἔστη σιωπῇ καὶ διεμέλλησεν, αὐτὸς ἄρα πρὸς ἑαυτὸν συλλογιζόμενος τὸ μέγεθος τοῦ τολμήματος, εἶτα, ὥσπερ οἱ πρὸς βάθος ἀφιέντες ἀχανὲς ἀπὸ κρημνοῦ τινος ἑαυτούς, μύσας τῷ λογισμῷ καὶ παρακαλυψάμενος πρὸς τὸ δεινόν, καὶ τοσοῦτον μόνον Ἑλληνιστὶ πρὸς τοὺς παρόντας ἐκβοήσας, ἀνερρίφθω κύβος, διεβίβαζε τὸν στρατόν.