Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

πρὸς ταῦτα Μαρκέλλου τοῦ ὑπάτου λῃστὴν ἀποκαλοῦντος τὸν Καίσαρα, καὶ ψηφίζεσθαι πολέμιον κελεύοντος εἰ μὴ καταθήσεται τὰ ὅπλα, Κουρίων ὅμως ἴσχυσε μετὰ Ἀντωνίου καὶ Πείσωνος ἐξελέγξαι τὴν σύγκλητον, ἐκέλευσε γὰρ μεταστῆναι τοὺς Καίσαρα μόνον τὰ ὅπλα καταθέσθαι κελεύοντας, Πομπήϊον δὲ ἄρχειν· καὶ μετέστησαν οἱ πλείους.

αὖθις δὲ μεταστῆναι κελεύσαντος ὅσοις ἀμφοτέρους

p.270
ἀρέσκει τὰ ὅπλα καταθέσθαι καὶ μηδέτερον ἄρχειν, Πομπηΐῳ μὲν εἴκοσι καὶ δύο μόνον, Κουρίωνι δὲ πάντες οἱ λοιποὶ προσέθεντο. κἀκεῖνος μὲν ὡς νενικηκὼς λαμπρὸς ὑπὸ χαρᾶς εἰς τὸν δῆμον ἐξήλατο, κρότῳ καὶ βολαῖς στεφάνων καὶ ἀνθῶν δεξιούμενον αὐτόν, ἐν δὲ τῇ βουλῇ Πομπήϊος οὐ παρῆν οἱ γὰρ ἄρχοντες στρατοπέδων εἰς τὴν πόλιν οὐκ εἰσίασι.

Μάρκελλος δὲ ἀναστὰς οὐκ ἔφη λόγων ἀκροάσεσθαι καθήμενος, ἀλλʼ ὁρῶν ὑπερφαινόμενα τῶν Ἄλπεων ἤδη δέκα τάγματα βαδίζειν, καὶ αὐτὸς ἐκπέμψειν τὸν ἀντιταξόμενον αὐτοῖς ὑπὲρ τῆς πατρίδος.

ἐκ τούτου τὰς ἐσθῆτας ὡς ἐπὶ πένθει μετεβάλοντο. Μάρκελλος δὲ πρὸς Πομπήϊον διʼ ἀγορᾶς ἐβάδιζε τῆς βουλῆς ἑπομένης, καὶ καταστὰς ἐναντίος, κελεύω σε, εἶπεν, ὦ Πομπήϊε,

paris.1624.651
βοηθεῖν τῇ πατρίδι καὶ χρῆσθαι ταῖς παρεσκευασμέναις δυνάμεσι καὶ καταλέγειν ἑτέρας. τὰ δʼ αὐτὰ ταῦτα καὶ Λέντλος ἔλεγε, τῶν ἀποδεδειγμένων εἰς τὸ μέλλον ὑπάτων ἅτερος.