Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐλέχθη μὲν οὖν ὅτι τῶν ἀφιγμένων τις ἀπὸ Καίσαρος ταξιαρχῶν ἑστὼς παρὰ τὸ βουλευτήριον, καὶ πυθόμενος ὡς οὐ δίδωσιν ἡ βουλὴ Καίσαρι χρόνον τῆς ἀρχῆς, εἶπεν ἐπικρούων τῇ χειρὶ τὸ ξίφος, ἀλλὰ τοῦτο δώσει. καὶ τὰ πραττόμενα καὶ τὰ παρασκευαζόμενα ταύτην εἶχε τὴν διάνοιαν.

αἱ μέντοι Κουρίωνος ἀξιώσεις καὶ παρακλήσεις ὑπὲρ Καίσαρος ἐφαίνοντο δημοτικώτεραι. δυεῖν γὰρ ἠξίου θάτερον, ἢ καὶ Πομπήϊον ἀπαιτεῖν ἢ μηδὲ Καίσαρος ἀφαιρεῖσθαι τὸ στρατιωτικόν ἢ γὰρ ἰδιώτας γενομένους ἐπὶ τοῖς δικαίοις ἢ μένοντας ἀντιπάλους ἐφʼ οἷς ἔχουσιν ἀτρεμήσειν ὁ δὲ τὸν ἕτερον ἀσθενῆ ποιῶν ἣν φοβεῖται δύναμιν διπλασιάζει.

πρὸς ταῦτα Μαρκέλλου τοῦ ὑπάτου λῃστὴν ἀποκαλοῦντος τὸν Καίσαρα, καὶ ψηφίζεσθαι πολέμιον κελεύοντος εἰ μὴ καταθήσεται τὰ ὅπλα, Κουρίων ὅμως ἴσχυσε μετὰ Ἀντωνίου καὶ Πείσωνος ἐξελέγξαι τὴν σύγκλητον, ἐκέλευσε γὰρ μεταστῆναι τοὺς Καίσαρα μόνον τὰ ὅπλα καταθέσθαι κελεύοντας, Πομπήϊον δὲ ἄρχειν· καὶ μετέστησαν οἱ πλείους.