Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἔτι δὲ μᾶλλον ὅτι λύσας νόμῳ τοὺς γινομένους περὶ τῶν κρινομένων ἐπαίνους, αὐτὸς εἰσῆλθε Πλάγκον ἐπαινεσόμενος. καὶ Κάτων ʽἔτυχε γὰρ κρίνωνʼ ἐπισχόμενος τὰ ὦτα ταῖς χερσὶν οὐκ ἔφη καλῶς ἔχειν αὐτῷ παρὰ τὸν νόμον ἀκούειν τῶν ἐπαίνων.

ὅθεν ὁ μὲν Κάτων ἀπεβλήθη πρὸ τοῦ φέρειν τὴν ψῆφον, ἑάλω δὲ ταῖς ἄλλαις ὁ Πλάγκος σὺν αἰσχύνῃ τοῦ Πομπηΐου, καὶ γὰρ ὀλίγαις ὕστερον ἡμέραις Ὑψαῖος, ἀνὴρ ὑπατικός, δίκην φεύγων καὶ παραφυλάξας τὸν Πομπήϊον ἐπὶ δεῖπνον ἀπιόντα λελουμένον, ἱκέτευε τῶν γονάτων λαβόμενος. ὁ δὲ παρῆλθεν ὑπεροπτικῶς εἰπὼν διαφθείρειν τὸ δεῖπνον αὐτόν. ἄλλο δὲ μηδὲν περαίνειν. οὕτως οὖν ἄνισος εἶναι δοκῶν αἰτίας εἶχε.

τὰ δʼ ἄλλα καλῶς ἅπαντα κατέστησεν εἰς τάξιν, καὶ προσείλετο συνάρχοντα τὸν πενθερὸν εἰς τοὺς ὑπολοίπους πέντε μῆνας. ἐψηφίσθη δὲ αὐτῷ τὰς ἐπαρχίας ἔχειν εἰς ἄλλην τετραετίαν, καὶ χίλια τάλαντα λαμβάνειν καθʼ ἕκαστον ἐνιαυτόν, ἀφʼ ὧν θρέψει καὶ διοικήσει τὸ στρατιωτικόν.