Pompey
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
ἐπὶ τούτοις ἐξενεχθεῖσιν εἰς τοὺς πολλοὺς χαλεπῶς ἔφερον οἱ πρῶτοι· καὶ Μαρκελλῖνος ἐν τῷ δήμῳ καταστὰς ἀμφοῖν ἐναντίον ἠρώτησεν εἰ μετίασιν ὑπατείαν. καὶ τῶν πολλῶν ἀποκρίνασθαι κελευόντων, πρῶτος Πομπήϊος εἶπεν ὡς τάχα μὲν ἂν μετέλθοι, τάχα δὲ· οὐκ ἂν μετέλθοι· Κράσσος δὲ πολιτικώτερον οὕτω γὰρ ἔφη πράξειν ὁποτέρως ἂν οἴηται τῷ κοινῷ συνοίσειν.
ἐπιφυομένου δὲ
οὐ μὴν ἀλλὰ τῶν ἄλλων ἀποστάντων τοῦ παραγγέλλειν ὑπατείαν, Λεύκιον Δομέτιον Κάτων ἔπεισε καὶ παρεθάρρυνε μὴ ἀπειπεῖν οὐ γὰρ ὑπὲρ ἀρχῆς, ἀλλʼ ὑπὲρ ἐλευθερίας εἶναι τὸν ἀγῶνα πρὸς τοὺς τυράννους, οἱ δὲ περὶ τὸν Πομπήϊον φοβηθέντες τὸν τόνον τοῦ Κάτωνος, μὴ τὴν βουλὴν ἔχων ἅπασαν ἀποσπάσῃ καὶ μεταβάλῃ τοῦ δήμου τὸ ὑγιαῖνον, οὐκ εἴασαν εἰς ἀγορὰν κατεχθεῖν τὸν Δομέτιον,
ἀλλʼ ἐπιπέμψαντες ἐνόπλους ἄνδρας ἀπέκτειναν μὲν τὸν προηγούμενον λυχνοφόρον, ἐτρέψαντο δὲ τοὺς ἄλλους· ἔσχατος δὲ Κάτων ἀνεχώρησε, τρωθεὶς τὸν δεξιὸν πῆχυν ἀμυνόμενος πρὸ τοῦ Δομετίου. τοιαύτῃ δὲ ὁδῷ παρελθόντες ἐπὶ τὴν ἀρχὴν οὐδὲ τἆλλα κοσμιώτερον ἔπραττον. ἀλλὰ πρῶτον μὲν τὸν Κάτωνα τοῦ δήμου στρατηγὸν αἱρουμένου καὶ τὴν ψῆφον ἐπιφέροντος, Πομπήϊος ἔλυσε τὴν ἐκκλησίαν οἰωνοὺς αἰτιώμενος, ἀντὶ δὲ Κάτωνος Βατίνιον ἀνηγόρευσαν, ἀργυρίῳ τὰς φυλὰς διαφθείραντες.