Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὐ μὴν ἀλλὰ καί Κανίδιος εἰσήνεγκε δημαρχῶν νόμον, ἄνευ στρατιᾶς Πομπήϊον ἔχοντα ῥαβδούχους δύο διαλλάττειν Ἀλεξανδρεῦσι τὸν βασιλέα, καί Πομπήϊος μὲν ἐδόκει τῷ νόμῳ μὴ δυσχεραίνειν, ἡ δὲ σύγκλητος ἐξέβαλεν, εὐπρεπῶς σκηψαμένη δεδιέναι περὶ τἀνδρός. ἦν δὲ γράμμασιν ἐντυχεῖν διερριμμένοις κατʼ ἀγορὰν καί παρὰ τὸ βουλευτήριον ὡς δὴ Πτολεμαίου δεομένου Πομπήϊον αὐτῷ στρατηγὸν ἀντὶ τοῦ Σπινθῆρος δοθῆναι.

Τιμαγένης δὲ καί ἄλλως τὸν Πτολεμαῖον οὐκ

p.246
οὔσης ἀνάγκης ἀπελθεῖν φησι, καί καταλιπεῖν Αἴγυπτον ὑπὸ Θεοφάνους πεισθέντα πράττοντος Πομπηΐῳ χρηματισμοὺς καί στρατηγίας καινῆς ὑπόθεσιν. ἀλλὰ τοῦτο μὲν οὐχ οὕτως ἡ Θεοφάνους μοχθηρία πιθανὸν ὡς ἄπιστον ἡ Πομπηΐου ποιεῖ φύσις, οὐκ ἔχουσα κακόηθες οὐδʼ ἀνελεύθερον οὕτω τὸ φιλότιμον.

Ἐπισταθεὶς δὲ τῇ περὶ τὸ σιτικὸν οἰκονομίᾳ καὶ πραγματείᾳ, πολλαχοῦ μὲν ἀπέστειλε πρεσβευτὰς καὶ φίλους, αὐτὸς δὲ πλεύσας εἰς Σικελίαν καὶ Σαρδόνα καὶ Λιβύην ἤθροιζε σῖτον· ἀνάγεσθαι

paris.1624.646
δὲ μέλλων πνεύματος μεγάλου κατὰ θάλατταν ὄντος καὶ τῶν κυβερνητῶν ὀκνούντων, πρῶτος ἐμβὰς καὶ κελεύσας τὴν ἄγκυραν αἴρειν ἀνεβόησε· πλεῖν ἀνάγκη, ζῆν οὐκ ἀνάγκη·

τοιαύτῃ δὲ τόλμῃ καὶ προθυμίᾳ χρώμενος μετὰ τύχης ἀγαθῆς ἐνέπλησε σίτου τὰ ἐμπόρια καὶ πλοίων τὴν θάλασσαν, ὥστε καὶ τοῖς ἐκτὸς ἀνθρώποις ἐπαρκέσαι τὴν περιουσίαν ἐκείνης τῆς παρασκευῆς, καὶ γενέσθαι καθάπερ ἐκ πηγῆς ἄφθονον ἀπορροὴν εἰς πάντας.