Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὐ μὴν ἀλλὰ καί Κανίδιος εἰσήνεγκε δημαρχῶν νόμον, ἄνευ στρατιᾶς Πομπήϊον ἔχοντα ῥαβδούχους δύο διαλλάττειν Ἀλεξανδρεῦσι τὸν βασιλέα, καί Πομπήϊος μὲν ἐδόκει τῷ νόμῳ μὴ δυσχεραίνειν, ἡ δὲ σύγκλητος ἐξέβαλεν, εὐπρεπῶς σκηψαμένη δεδιέναι περὶ τἀνδρός. ἦν δὲ γράμμασιν ἐντυχεῖν διερριμμένοις κατʼ ἀγορὰν καί παρὰ τὸ βουλευτήριον ὡς δὴ Πτολεμαίου δεομένου Πομπήϊον αὐτῷ στρατηγὸν ἀντὶ τοῦ Σπινθῆρος δοθῆναι.

Τιμαγένης δὲ καί ἄλλως τὸν Πτολεμαῖον οὐκ

p.246
οὔσης ἀνάγκης ἀπελθεῖν φησι, καί καταλιπεῖν Αἴγυπτον ὑπὸ Θεοφάνους πεισθέντα πράττοντος Πομπηΐῳ χρηματισμοὺς καί στρατηγίας καινῆς ὑπόθεσιν. ἀλλὰ τοῦτο μὲν οὐχ οὕτως ἡ Θεοφάνους μοχθηρία πιθανὸν ὡς ἄπιστον ἡ Πομπηΐου ποιεῖ φύσις, οὐκ ἔχουσα κακόηθες οὐδʼ ἀνελεύθερον οὕτω τὸ φιλότιμον.