Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὥστε τὸ πρᾶγμα περιβόητον εἶναι καὶ τὸν Πομπήϊον ἀκούειν κακῶς, ἧς αὐτὸς ἀρχῆς ἐφʼ οἷς κατώρθωσεν ὡς μεγίστης ἔτυχε, ταύτην ὤνιον ποιοῦντα τοῖς διʼ ἀρετῆς κτήσασθαι μὴ δυναμένοις. τούτων μέντοι, πρὸς τὰς γυναῖκας ὁ Κάτων ἔφησε, τῶν ὀνειδῶν κοινωνητέον οἰκείοις Πομπηΐου γενομένοις. αἱ δὲ ἀκούσασαι συνέγνωσαν βέλτιον αὐτῶν ἐκεῖνον λογίζεσθαι περὶ τοῦ πρέποντος.

p.230

τοῦ δὲ θριάμβου τῷ μεγέθει, καίπερ εἰς ἡμέρας δύο μερισθέντος, ὁ χρόνος οὐκ ἐξήρκεσεν, ἀλλὰ τῶν παρεσκευασμένων πολλὰ τῆς θέας ἐξέπεσεν, ἑτέρας ἀποχρῶντα πομπῆς ἀξίωμα καὶ κόσμος εἶναι, γράμμασι δὲ προηγουμένοις ἐδηλοῦτο τὰ γένη καθʼ ὧν ἐθριάμβευεν.

ἦν δὲ τάδε· πόντος, Ἀρμενία, Καππαδοκία, Παφλαγονία, Μηδία, Κολχίς, Ἴβηρες, Ἀλβανοί, Συρία, Κιλικία, Μεσοποταμία, τὰ περὶ Φοινίκην καὶ Παλαιστίνην. Ἰουδαία, Ἀραβία, τὸ πειρατικὸν ἅπαν ἐν γῇ καὶ θαλάσσῃ καταπεπολεμημένον. ἐν δὲ τούτοις φρούρια μὲν ἡλωκότα χιλίων οὐκ ἐλάττονα, πόλεις δὲ οὐ πολὺ τῶν ἐνακοσίων ἀποδέουσαι, πειρατικαὶ δὲ νῆες ὀκτακόσιαι, κατοικίαι δὲ πόλεων μιᾶς δέουσαι τετταράκοντα.