Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐπὶ τοῦτο προβὰς ὁ Πομπήϊος ἀπήγγειλεν αὐτοῖς ὅτι Μιθριδάτης τέθνηκε στασιάσαντος Φαρνάκου τοῦ υἱοῦ διαχρησάμενος αὑτόν, τὰ δὲ ἐκεῖ πάντα πράγματα Φαρνάκης κατεκληρώσατο, καὶ ἑαυτῷ καὶ Ῥωμαίοις γέγραφε ποιούμενος.

ἐκ τούτου τὸ μὲν στράτευμα τῇ χαρᾷ χρώμενον, ὡς εἰκός, ἐν θυσίαις καὶ συνουσίαις διῆγεν, ὡς ἐν τῷ Μιθριδάτου σώματι μυρίων τεθνηκότων πολεμίων. Πομπήϊος δὲ ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς στρατείαις κεφαλὴν ἐπιτεθεικὼς οὐ πάνυ ῥᾳδίως οὕτω προσδοκηθεῖσαν, εὐθὺς ἀνέζευξεν ἐκ τῆς Ἀραβίας·

καὶ ταχὺ τὰς ἐν μέσῳ διεξελθὼν ἐπαρχίας εἰς Ἀμισὸν ἀφίκετο, καὶ κατέλαβε πολλὰ μὲν δῶρα παρὰ Φαρνάκου κεκομισμένα, πολλὰ δὲ σώματα τῶν βασιλικῶν, αὐτὸν δὲ τὸν Μιθριδάτου νεκρὸν οὐ πάνυ γνώριμον ἀπὸ τοῦ προσώπου τὸν γὰρ ἐγκέφαλον ἔλαθεν ἐκτῆξαι τοὺς θεραπεύοντας· ἀλλὰ ταῖς οὐλαῖς ἐπεγίγνωσκον οἱ δεόμενοι τοῦ θεάματος.

οὐ γὰρ αὐτὸς Πομπήϊος ἰδεῖν ὑπέμεινεν, ἀλλʼ ἀφοσιωσάμενος τὸ νεμεσητὸν εἰς Σινώπην ἀπέπεμψε, τῆς δʼ ἐσθῆτος, ἣν ἐφόρει, καὶ τῶν ὅπλων τὸ μέγεθος καὶ τήν λαμπρότητα ἐθαύμασε· καίτοι

p.224
τὸν μὲν ξιφιστῆρα πεποιημένον ἀπὸ τετρακοσίων ταλάντων Πόπλιος κλέψας ἐπώλησεν Ἀριαράθῃ, τὴν δὲ κίταριν Γάϊος ὁ τοῦ Μιθριδάτου σύντροφος ἔδωκε κρύφα δεηθέντι Φαύστῳ τῷ Σύλλα παιδί, θαυμαστῆς οὖσαν ἐργασίας, ὃ τότε τὸν Πομπήϊον διέλαθε. Φαρνάκης δὲ γνοὺς ὕστερον ἐτιμωρήσατο τοὺς ὑφελομένους.

διοικήσας δὲ τὰ ἐκεῖ καὶ καταστησάμενος οὕτως ἤδη πανηγυρικώτερον ἐχρῆτο τῇ πορείᾳ, καὶ γὰρ εἰς Μιτυλήνην ἀφικόμενος τήν τε πόλιν ἠλευθέρωσε διὰ Θεοφάνη, καὶ τὸν ἀγῶνα τὸν πάτριον ἐθεάσατο τῶν ποιητῶν, ὑπόθεσιν μίαν ἔχοντα τὰς ἐκείνου πράξεις, ἡσθεὶς δὲ τῷ θεάτρῳ περιεγράψατο τὸ εἶδος αὐτοῦ καὶ τὸν τύπον, ὡς ὅμοιον ἀπεργασόμενος τὸ ἐν Ῥώμῃ, μεῖζον δὲ καὶ σεμνότερον.