Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὐ μὴν ἀλλὰ καὶ τοῖς ἄλλοις τοῦτον τὸν Δημήτριον ἧττον ἐπίφθονον ἐποίει αὐτὸς ὁ Πομπήϊος ἐντρυφώμενος ὑπʼ αὐτοῦ καὶ μὴ δυσκολαίνων. λέγεται γάρ, ὅτι πολλάκις ἐν ταῖς ὑποδοχαῖς τοῦ Πομπηΐου προσμένοντος καὶ δεχομένου τοὺς ἄλλους ἐκεῖνος ἤδη κατέκειτο σοβαρός, ἔχων διʼ ὤτων κατὰ τῆς κεφαλῆς τὸ ἱμάτιον.

οὔπω δὲ εἰς Ἰταλίαν ἐπανεληλυθὼς ἐκέκτητο τῆς Ῥώμης τὰ ἥδιστα προάστεια καὶ τῶν ἡβητηρίων τὰ κάλλιστα, καὶ κῆποι πολυτελεῖς ἦσαν ὀνομαζόμενοι Δημητρίου· καίτοι Πομπήϊος αὐτὸς ἄχρι τοῦ τρίτου θριάμβου μετρίως καὶ ἀφελῶς ᾤκησεν. ὕστερον δὲ Ῥωμαίοις τοῦτο δὴ τὸ καλὸν

p.220
καὶ περιβόητον ἀνιστὰς θέατρον, ὥσπερ ἐφόλκιόν τι, παρετεκτήνατο λαμπροτέραν οἰκίαν ἐκείνης, ἀνεπίφθονον δὲ καὶ ταύτην, ὥστε τὸν γενόμενον δεσπότην αὐτῆς μετὰ Πομπήϊον εἰσελθόντα θαυμάζειν καὶ πυνθάνεσθαι ποῦ Πομπήϊος Μάγνος ἐδείπνει. ταῦτα μὲν οὖν οὕτω λέγεται.

τοῦ δὲ βασιλέως τῶν περὶ τὴν Πέτραν Ἀράβων πρότερον μὲν ἐν οὐδενὶ λόγῳ τὰ Ῥωμαίων τιθεμένου, τότε δὲ δείσαντος ἰσχυρῶς καὶ γράψαντος ὅτι πάντα πείθεσθαι καὶ ποιεῖν ἔγνωκεν, ἐκβεβαιώσασθαι βουλόμενος αὐτοῦ τὴν διάνοιαν ὁ Πομπήϊος ἐστράτευσεν ἐπὶ τὴν Πέτραν οὐ πάνυ τι τοῖς πολλοῖς ἄμεμπτον στρατείαν.

ἀπόδρασιν γὰρ ᾤοντο τῆς Μιθριδάτου διώξεως εἶναι, καὶ πρὸς ἐκεῖνον ἠξίουν τρέπεσθαι τὸν ἀρχαῖον ἀνταγωνιστήν, αὖθις ἀναζωπυροῦντα καὶ παρασκευαζόμενον, ὡς ἀπηγγέλλετο, διὰ Σκυθῶν καὶ Παιόνων στρατὸν ἐλαύνειν ἐπὶ τὴν Ἰταλίαν, ὁ δὲ ῥᾷον οἰόμενος αὐτοῦ καταλύσειν τὴν δύναμιν πολεμοῦντος ἢ τὸ σῶμα λήψεσθαι φεύγοντος, οὐκ ἐβούλετο τρίβεσθαι μάτην περὶ τὴν δίωξιν, ἑτέρας δὲ τοῦ πολέμου παρενθήκας ἐποιεῖτο καὶ τὸν χρόνον εἷλκεν.

ἡ δὲ τύχη τὴν ἀπορίαν ἔλυσεν. οὐκέτι γὰρ αὐτοῦ τῆς Πέτρας πολλὴν ὁδὸν ἀπέχοντος, ἤδη δὲ τῆς ἡμέρας ἐκείνης βεβλημένου χάρακα καὶ γυμνάζοντος ἑαυτὸν ἵππῳ παρὰ τὸ στρατόπεδον, γραμματηφόροι προσήλαυνον ἐκ Πόντου κομίζοντες εὐαγγέλια. δῆλοι δʼ εὐθύς εἰσι ταῖς αἰχμαῖς τῶν δοράτων· δάφναις γὰρ ἀναστέφονται. τούτους ἰδόντες οἱ στρατιῶται συνετρόχαζον πρὸς

paris.1624.641
τὸν Πομπήϊον.

ὁ δὲ πρῶτον μὲν ἐβούλετο τὰ

p.222
γυμνάσια συντελεῖν, βοώντων δὲ καὶ δεομένων καταπηδήσας ἀπὸ τοῦ ἵππου καὶ λαβὼν τὰ γράμματα προῄει. βήματος δὲ οὐκ ὄντος οὐδὲ τοῦ στρατιωτικοῦ γενέσθαι φθάσαντος (ὃ ποιοῦσιν αὐτοὶ τῆς γῆς ἐκτομὰς βαθείας λαμβάνοντες καὶ κατʼ ἀλλήλων συντιθέντες), ὑπὸ τῆς τότε σπουδῆς καὶ προθυμίας τὰ σάγματα τῶν ὑποζυγίων συμφορήσαντες ὕψος[*](ὕψος Coraës and Bekker have εἰς ὕψος, after Solanus.) ἐξῆραν·

ἐπὶ τοῦτο προβὰς ὁ Πομπήϊος ἀπήγγειλεν αὐτοῖς ὅτι Μιθριδάτης τέθνηκε στασιάσαντος Φαρνάκου τοῦ υἱοῦ διαχρησάμενος αὑτόν, τὰ δὲ ἐκεῖ πάντα πράγματα Φαρνάκης κατεκληρώσατο, καὶ ἑαυτῷ καὶ Ῥωμαίοις γέγραφε ποιούμενος.