Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁ δὲ μέγιστον δυνάμενος παρʼ αὐτῷ Δημήτριος ἦν ἀπελεύθερος, οὐκ ἄφρων εἰς τἆλλα νεανίας, ἄγαν δὲ τῇ τύχῃ χρώμενος· περὶ οὗ καὶ τοιόνδε τι λέγεται, Κάτων ὁ φιλόσοφος ἔτι μὲν

p.218
ὢν νέος, ἤδη δὲ μεγάλην ἔχων δόξαν καὶ μέγα φρονῶν, ἀνέβαινεν εἰς Ἀντιόχειαν, οὐκ ὄντος αὐτόθι Πομπηΐου, βουλόμενος ἱστορῆσαι τὴν πόλιν.

αὐτὸς μὲν οὖν, ὥσπερ ἀεί, πεζὸς ἐβάδιζεν, οἱ δὲ φίλοι συνώδευον ἵπποις χρώμενοι. κατιδὼν δὲ πρὸ τῆς πύλης ὄχλον ἀνδρῶν ἐν ἐσθῆσι λευκαῖς καὶ παρὰ τὴν ὁδὸν ἔνθεν μὲν τοὺς ἐφήβους, ἔνθεν δὲ τοὺς παῖδας διακεκριμένους, ἐδυσχέραινεν οἰόμενος εἰς τιμήν τινα καὶ θεραπείαν ἑαυτοῦ μηδὲν δεομένου ταῦτα γίνεσθαι.

τοὺς μέντοι φίλους ἐκέλευσε καταβῆναι καὶ πορεύεσθαι μετʼ αὐτοῦ· γενομένοις δὲ πλησίον ὁ πάντα διακοσμῶν ἐκεῖνα καὶ καθιστὰς ἔχων στέφανον καὶ ῥάβδον ἀπήντησε, πυνθανόμενος παρʼ αὐτῶν ποῦ Δημήτριον ἀπολελοίπασι καὶ πότε ἀφίξεται. τοὺς μὲν οὖν φίλους τοῦ Κάτωνος γέλως ἔλαβεν, ὁ δὲ Κάτων εἰπών, ὢ τῆς ἀθλίας πόλεως, παρῆλθεν, οὐδὲν ἕτερον ἀποκρινάμενος.

οὐ μὴν ἀλλὰ καὶ τοῖς ἄλλοις τοῦτον τὸν Δημήτριον ἧττον ἐπίφθονον ἐποίει αὐτὸς ὁ Πομπήϊος ἐντρυφώμενος ὑπʼ αὐτοῦ καὶ μὴ δυσκολαίνων. λέγεται γάρ, ὅτι πολλάκις ἐν ταῖς ὑποδοχαῖς τοῦ Πομπηΐου προσμένοντος καὶ δεχομένου τοὺς ἄλλους ἐκεῖνος ἤδη κατέκειτο σοβαρός, ἔχων διʼ ὤτων κατὰ τῆς κεφαλῆς τὸ ἱμάτιον.

οὔπω δὲ εἰς Ἰταλίαν ἐπανεληλυθὼς ἐκέκτητο τῆς Ῥώμης τὰ ἥδιστα προάστεια καὶ τῶν ἡβητηρίων τὰ κάλλιστα, καὶ κῆποι πολυτελεῖς ἦσαν ὀνομαζόμενοι Δημητρίου· καίτοι Πομπήϊος αὐτὸς ἄχρι τοῦ τρίτου θριάμβου μετρίως καὶ ἀφελῶς ᾤκησεν. ὕστερον δὲ Ῥωμαίοις τοῦτο δὴ τὸ καλὸν

p.220
καὶ περιβόητον ἀνιστὰς θέατρον, ὥσπερ ἐφόλκιόν τι, παρετεκτήνατο λαμπροτέραν οἰκίαν ἐκείνης, ἀνεπίφθονον δὲ καὶ ταύτην, ὥστε τὸν γενόμενον δεσπότην αὐτῆς μετὰ Πομπήϊον εἰσελθόντα θαυμάζειν καὶ πυνθάνεσθαι ποῦ Πομπήϊος Μάγνος ἐδείπνει. ταῦτα μὲν οὖν οὕτω λέγεται.