Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐντεῦθεν εἰς Ἀμισὸν ἐλθὼν ὁ Πομπήϊος πάθος νεμεσητὸν ὑπὸ φιλοτιμίας ἔπαθε. πολλὰ γὰρ τὸν Λεύκολλον ἐπικερτομήσας, ὅτι τοῦ πολεμίου ζῶντος ἔγραφε διατάξεις

p.214
καὶ δωρεὰς ἔνεμε καὶ τιμάς, ἃ συνῃρημένου πολέμου καὶ πέρας ἔχοντος εἰώθασι ποιεῖν οἱ νενικηκότες, αὐτὸς ἐν Βοσπόρῳ Μιθριδάτου κρατοῦντος καὶ συνειλοχότος ἀξιόμαχον δύναμιν, ὡς δὴ συντετελεσμένων ἁπάντων, ἔπραττε ταὐτά, διακοσμῶν τὰς ἐπαρχίας καὶ διανέμων δωρεάς,

πολλῶν μὲν ἡγεμόνων καὶ δυναστῶν, βασιλέων δὲ δώδεκα βαρβάρων ἀφιγμένων πρὸς αὐτόν, ὅθεν οὐδὲ ἠξίωσε τὸν Πάρθον ἀντιγράφων, ὥσπερ οἱ λοιποί, βασιλέα βασιλέων προσαγορεῦσαι, τοῖς ἄλλοις χαριζόμενος. αὐτὸν δέ τις ἔρως καὶ ζῆλος εἶχε Συρίαν ἀναλαβεῖν καὶ διὰ τῆς Ἀραβίας ἐπὶ τὴν ἐρυθρὰν ἐλάσαι θάλασσαν, ὡς τῷ περιϊόντι τὴν οἰκουμένην πανταχόθεν Ὠκεανῷ προσμίξειε νικῶν·

καὶ γὰρ ἐν Λιβύῃ πρῶτος ἄχρι τῆς ἐκτὸς θαλάσσης κρατῶν προῆλθε, καὶ τὴν ἐν Ἰβηρίᾳ, πάλιν ἀρχὴν ὡρίσατο Ῥωμαίοις τῷ Ἀτλαντικῷ πελάγει, καὶ τρίτον ἔναγχος Ἀλβανοὺς διώκων ὀλίγον ἐδέησεν ἐμβαλεῖν εἰς τὴν Ὑρκανίαν θάλασσαν, ὡς οὖν συνάψων τῇ ἐρυθρᾷ τὴν περίοδον τῆς στρατείας ἀνίστατο. καὶ γὰρ ἄλλως τὸν Μιθριδάτην ἑώρα δυσθήρατον ὄντα τοῖς ὅπλοις καὶ φεύγοντα χαλεπώτερον ἢ μαχόμενον.