Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Ἰβήρων κλίνην τε καὶ τράπεζαν καὶ θρόνον, ἅπαντα

paris.1624.639
χρυσᾶ, πέμψαντος αὐτῷ καὶ δεηθέντος λαβεῖν, καὶ ταῦτα τοῖς ταμίαις παρέδωκεν εἰς τὸ δημόσιον.

ἐν δὲ τῷ Καινῷ φρουρίῳ καὶ γράμμασιν ἀπορρήτοις ὁ Πομπήϊος ἐνέτυχε τοῦ Μιθριδάτου, καὶ διῆλθεν οὐκ ἀηδῶς αὐτὰ πολλὴν ἔχοντα τοῦ ἤθους κατανόησιν. ὑπομνήματα γὰρ ἦν, ἐξ ὧν ἐφωράθη φαρμάκοις ἄλλους τε πολλοὺς καὶ τὸν υἱὸν Ἀριαράθην ἀνῃρηκὼς καὶ τὸν Σαρδιανὸν Ἀλκαῖον, ὅτι παρευδοκίμησεν αὐτὸν ἵππους ἀγωνιστὰς ἐλαύνων.

ἦσαν δὲ ἀναγεγραμμέναι καὶ κρίσεις ἐνυπνίων, ὧν τὰ μὲν αὐτὸς ἑωράκει, τὰ δὲ ἔνιαι τῶν γυναικῶν, ἐπιστολαί τε Μονίμης πρὸς αὐτὸν ἀκόλαστοι καὶ πάλιν ἐκείνου πρὸς αὐτήν. Θεοφάνης δὲ καὶ Ῥουτιλίου λόγον εὑρεθῆναί φησι παροξυντικὸν ἐπὶ τὴν ἀναίρεσιν τῶν ἐν Ἀσίᾳ Ῥωμαίων.

ὃ καλῶς εἰκάζουσιν οἱ πλεῖστοι κακοήθευμα τοῦ Θεοφάνους εἶναι, τάχα μὲν οὐδὲν αὐτῷ τὸν Ῥουτίλιον ἐοικότα μισοῦντος, εἰκὸς δὲ καὶ διὰ Πομπήϊον, οὗ τὸν πατέρα παμπόνηρον ἀπέδειξεν ὁ Ῥουτίλιος ἐν ταῖς ἱστορίαις.

ἐντεῦθεν εἰς Ἀμισὸν ἐλθὼν ὁ Πομπήϊος πάθος νεμεσητὸν ὑπὸ φιλοτιμίας ἔπαθε. πολλὰ γὰρ τὸν Λεύκολλον ἐπικερτομήσας, ὅτι τοῦ πολεμίου ζῶντος ἔγραφε διατάξεις

p.214
καὶ δωρεὰς ἔνεμε καὶ τιμάς, ἃ συνῃρημένου πολέμου καὶ πέρας ἔχοντος εἰώθασι ποιεῖν οἱ νενικηκότες, αὐτὸς ἐν Βοσπόρῳ Μιθριδάτου κρατοῦντος καὶ συνειλοχότος ἀξιόμαχον δύναμιν, ὡς δὴ συντετελεσμένων ἁπάντων, ἔπραττε ταὐτά, διακοσμῶν τὰς ἐπαρχίας καὶ διανέμων δωρεάς,