Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁρμήσας δὲ μετὰ τὴν μάχην ὁ Πομπήϊος ἐλαύνειν ἐπὶ τὴν Ὑρκανίαν καὶ Κασπίαν θάλασσαν, ὑπὸ πλήθους ἑρπετῶν θανασίμων ἀπετράπη τριῶν ὁδὸν ἡμερῶν ἀποσχών, εἰς δὲ τὴν μικρὰν Ἀρμενίαν ἀνεχώρησε.

καὶ τῷ μὲν Ἐλυμαίων καὶ Μήδων βασιλεῖ πέμψασι πρέσβεις ἀντέγραψε φιλικῶς, τὸν δὲ Πάρθον, εἰς τὴν Γορδυηνὴν ἐμβεβληκότα καὶ περικόπτοντα τοὺς

p.210
ὑπὸ Τιγράνῃ, πέμψας μετὰ Ἀφρανίου δύναμιν ἐξήλασε διωχθέντα μέχρι τῆς Ἀρβηλίτιδος. ὅσαι δὲ τῶν Μιθριδάτου παλλακίδων ἀνήχθησαν, οὐδεμίαν ἔγνω, πάσας δὲ τοῖς γονεῦσι καὶ οἰκείοις ἀνέπεμπεν. ἦσαν γὰρ αἱ πολλαὶ θυγατέρες καὶ γυναῖκες στρατηγῶν καὶ δυναστῶν.

Στρατονίκη δέ, ἣ μέγιστον εἶχεν ἀξίωμα καὶ τὸ πολυχρυσότατον τῶν φρουρίων ἐφύλαττεν, ἦν μέν, ὡς ἔοικε, ψάλτου τινὸς οὐχ εὐτυχοῦς τἆλλα, πρεσβύτου δὲ θυγάτηρ, οὕτω δὲ εὐθὺς εἷλε παρὰ πότον ψήλασα τὸν Μιθριδάτην, ὥστε ἐκείνην μὲν ἔχων ἀνεπαύετο, τὸν δὲ πρεσβύτην ἀπέπεμψε δυσφοροῦντα τῷ μηδὲ προσρήσεως τυχεῖν ἐπιεικοῦς.

ὡς μέντοι περὶ ὄρθρον ἐγερθεὶς εἶδεν ἔνδον ἐκπωμάτων μὲν ἀργυρῶν καὶ χρυσῶν τραπέζας, ὄχλον δὲ θεραπείας πολύν, εὐνούχους δὲ καὶ παῖδας ἱμάτια τῶν πολυτελῶν προσφέροντας αὐτῷ, καὶ πρὸ τῆς θύρας ἵππον ἑστῶτα κεκοσμημένον ὥσπερ οἱ τῶν φίλων τοῦ βασιλέως, χλευασμὸν εἶναι τὸ χρῆμα καὶ παιδιὰν ἡγούμενος ὥρμησε φεύγειν διὰ θυρῶν.

τῶν δὲ θεραπόντων ἀντιλαμβανομένων, καὶ λεγόντων ὅτι πλουσίου τεθνηκότος ἔναγχος οἶκον αὐτῷ μέγαν ὁ βασιλεὺς δεδώρηται, καὶ ταῦτα μικραί τινες ἀπαρχαὶ καὶ δείγματα τῶν ἄλλων χρημάτων καὶ κτημάτων εἰσίν, οὕτω πιστεύσας μόλις καὶ τὴν πορφύραν ἀναλαβὼν καὶ ἀναπηδήσας ἐπὶ τὸν ἵππον ἤλαυνε διὰ τῆς πόλεως βοῶν· ἐμὰ ταῦτα πάντα ἐστί.

πρὸς δὲ τοὺς καταγελῶντας οὐ τοῦτο ἔλεγεν εἶναι θαυμαστόν, ἀλλʼ ὅτι μὴ λίθοις βάλλει τοὺς ἀπαντῶντας ὑφʼ ἡδονῆς μαινόμενος, ταύτης μὲν ἦν καὶ γενεᾶς καὶ αἵματος ἡ

p.212
Στρατονίκη. τῷ δὲ Πομπηΐῳ καὶ τὸ χωρίον παρεδίδου τοῦτο καὶ δῶρα πολλὰ προσήνεγκεν, ὧν ἐκεῖνος ὅσα κόσμον ἱεροῖς καὶ λαμπρότητα τῷ θριάμβῳ παρέξειν ἐφαίνετο λαβὼν μόνα, τὰ λοιπὰ τὴν Στρατονίκην ἐκέλευε κεκτῆσθαι χαίρουσαν.

ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Ἰβήρων κλίνην τε καὶ τράπεζαν καὶ θρόνον, ἅπαντα

paris.1624.639
χρυσᾶ, πέμψαντος αὐτῷ καὶ δεηθέντος λαβεῖν, καὶ ταῦτα τοῖς ταμίαις παρέδωκεν εἰς τὸ δημόσιον.