Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἡ μὲν οὖν Μιθριδάτου δίωξις ἐνδεδυκότος εἰς τὰ περὶ Βόσπορον ἔθνη καὶ τὴν Μαιῶτιν ἀπορίας εἶχε μεγάλας· Ἀλβανοὶ δὲ αὖθις ἀφεστῶτες αὐτῷ προσηγγέλθησαν. πρὸς οὓς ὑπʼ

paris.1624.638
ὀργῆς καὶ φιλονεικίας ἐπιστρέψας τόν τε Κύρνον μόλις καὶ παραβόλως πάλιν διεπέρασεν ἐπὶ πολὺ σταυροῖς ὑπὸ τῶν βαρβάρων
p.208
ἀποκεχαρακωμένον,

καὶ μακρᾶς αὐτὸν ἐκδεχομένης ἀνύδρου καὶ ἀργαλέας ὁδοῦ, μυρίους ἀσκοὺς ὕδατος ἐμπλησάμενος ἤλαυνεν ἐπὶ τοὺς πολεμίους, καὶ κατέλαβε πρὸς Ἄβαντι ποταμῷ παρατεταγμένους ἑξακισμυρίους πεζοὺς καὶ δισχιλίους ἱππεῖς ἐπὶ μυρίοις, ὡπλισμένους δὲ φαύλως καὶ δέρμασι θηρίων τοὺς πολλούς, ἡγεῖτο δὲ αὐτῶν βασιλέως ἀδελφὸς ὄνομα Κῶσις.

οὗτος ἐν χερσὶ τῆς μάχης γενομένης ἐπὶ τόν Πομπήϊον ὁρμήσας αὐτὸν ἔβαλεν ἐπὶ τὴν τοῦ θώρακος ἐπιπτυχὴν ἀκοντίσματι, Πομπήϊος δὲ ἐκεῖνον ἐκ χειρὸς διελάσας ἀνεῖλεν. ἐν ταύτῃ τῇ μάχῃ λέγονται καὶ Ἀμαζόνες συναγωνίσασθαι τοῖς βαρβάροις, ἀπὸ τῶν περὶ τόν Θερμώδοντα ποταμὸν ὀρῶν καταβᾶσαι. μετὰ γὰρ τὴν μάχην σκυλεύοντες οἱ Ῥωμαῖοι τοὺς βαρβάρους πέλταις Ἀμαζονικαῖς καὶ κοθόρνοις ἐνετύγχανον, σῶμα δὲ οὐδὲν ὤφθη γυναικεῖον.

νέμονται δὲ τοῦ Καυκάσου τὰ καθήκοντα πρὸς τὴν Ὑρκανίαν θάλασσαν, οὐχ ὁμοροῦσαι τοῖς Ἀλβανοῖς, ἀλλὰ Γέλαι καὶ Λῆγες οἰκοῦσι διὰ μέσου· καὶ τούτοις ἔτους ἑκάστου δύο μῆνας εἰς ταὐτὸ φοιτῶσαι περὶ τόν Θερμώδοντα ποταμὸν ὁμιλοῦσιν, εἶτα καθʼ αὑτὰς ἀπαλλαγεῖσαι βιοτεύουσιν.