Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐξ οὗ λαβὼν ὁ Μιθριδάτης ἐσθῆτας πολυτελεῖς διένειμε τοῖς συνδεδραμηκόσι πρὸς αὐτὸν ἐκ τῆς φυγῆς, ἔδωκε δὲ καὶ τῶν φίλων ἑκάστῳ φορεῖν θανάσιμον φάρμακον, ὅπως ἄκων μηδεὶς ὑποχείριος γένοιτο τοῖς πολεμίοις.

p.202
ἐντεῦθεν ὥρμητο μὲν ἐπʼ Ἀρμενίας πρὸς Τιγράνην, ἐκείνου δὲ ἀπαγορεύοντος καὶ τάλαντα ἑκατὸν ἐπικηρύξαντος αὐτῷ, παραμειψάμενος τὰς πηγὰς τοῦ Εὐφράτου διὰ τῆς Κολχίδος ἔφευγε.

Πομπήϊος δὲ εἰς Ἀρμενίαν ἐνέβαλε τοῦ νέου Τιγράνου καλοῦντος αὐτόν ἤδη γὰρ ἀφειστήκει τοῦ πατρός, καὶ συνήντησε τῷ Πομπηΐῳ περὶ τὸν Ἀράξην ποταμόν, ὃς ἀνίσχει μὲν ἐκ τῶν αὐτῶν τῷ Εὐφράτῃ τόπων, ἀποτρεπόμενος δὲ πρὸς τὰς ἀνατολὰς εἰς τὸ Κάσπιον ἐμβάλλει πέλαγος.

οὗτοι μὲν οὖν προῆγον ἅμα τὰς πόλεις παραλαμβάνοντες· ὁ δὲ βασιλεὺς Τιγράνης ἔναγχος μὲν ὑπὸ Λευκόλλου συντετριμμένος, ἥμερον δέ τινα τῷ τρόπῳ καὶ πρᾷον πυθόμενος εἶναι τὸν Πομπήϊον, ἐδέξατο μὲν εἰς τὰ βασίλεια φρουράν, ἀναλαβὼν δὲ τοὺς φίλους καὶ συγγενεῖς αὐτὸς ἐπορεύετο παραδώσων ἑαυτόν.

ὡς δὲ ἦλθεν ἱππότης

paris.1624.637
ἐπὶ τὸν χάρακα, ῥαβδοῦχοι δύο τοῦ Πομπηΐου προσελθόντες ἐκέλευσαν ἀποβῆναι τοῦ ἵππου καὶ πεζὸν ἐλθεῖν οὐδένα γὰρ ἀνθρώπων ἐφʼ ἵππου καθεζόμενον ἐν Ῥωμαϊκῷ στρατοπέδῳ πώποτε ὀφθῆναι. καὶ ταῦτα οὖν ὁ Τιγράνης ἐπείθετο καὶ τὸ ξίφος αὐτοῖς ἀπολυσάμενος παρεδίδου· καὶ τέλος, ὡς πρὸς αὐτόν ἦλθε τὸν Πομπήϊον, ἀφελόμενος τὴν κίταριν ὥρμησε πρὸ τῶν ποδῶν θεῖναι, καὶ καταβαλὼν ἑαυτόν, αἴσχιστα δὴ πάντων, προσπεσεῖν αὐτοῦ τοῖς γόνασιν.