Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐπῄεσαν μὲν γὰρ οἱ Ῥωμαῖοι κατὰ νώτου τὴν σελήνην ἔχοντες· πεπιεσμένου δὲ περὶ τὰς δύσεις τοῦ φωτός, αἱ σκιαὶ πολὺ τῶν σωμάτων ἔμπροσθεν προϊοῦσαι τοῖς πολεμίοις ἐπέβαλλον, οὐ δυναμένοις τὸ διάστημα συνιδεῖν ἀκριβῶς ἀλλʼ ὡς ἐν χερσὶν ἤδη γεγονότων τοὺς ὑσσοὺς ἀφέντες μάτην οὐδενὸς ἐφίκοντο.

τοῦτο συνιδόντες οἱ Ῥωμαῖοι μετὰ κραυγῆς ἐπέδραμον, καὶ μηκέτι μένειν τολμῶντας, ἀλλʼ ἐκπεπληγμένους καὶ φεύγοντας ἔκτεινον, ὥστε πολὺ πλείονας μυρίων ἀποθανεῖν, ἁλῶναι δὲ τὸ στρατόπεδον. αὐτὸς δὲ Μιθριδάτης ἐν ἀρχῇ μὲν ὀκτακοσίοις ἱππεῦσι διέκοψε καὶ διεξήλασε τοὺς Ῥωμαίους, ταχὺ δὲ τῶν ἄλλων σκεδασθέντων ἀπελείφθη μετὰ τριῶν.

ἐν οἷς ἦν Ὑψικράτεια παλλακίς, ἀεὶ μὲν ἀνδρώδης τις οὖσα καὶ παράτολμος· Ὑψικράτην γοῦν αὐτὴν ὁ βασιλεὺς ἐκάλει· τότε δὲ ἀνδρὸς ἔχουσα Πέρσου στολὴν καὶ ἵππον οὔτε τῷ σώματι πρὸς τὰ μήκη τῶν δρόμων ἀπηγόρευσεν οὔτε θεραπεύουσα τοῦ βασιλέως τὸ σῶμα καὶ τὸν ἵππον ἐξέκαμεν, ἄχρι ἧκον εἰς χωρίον Σίνωρα χρημάτων καὶ κειμηλίων βασιλικῶν μεστόν.

ἐξ οὗ λαβὼν ὁ Μιθριδάτης ἐσθῆτας πολυτελεῖς διένειμε τοῖς συνδεδραμηκόσι πρὸς αὐτὸν ἐκ τῆς φυγῆς, ἔδωκε δὲ καὶ τῶν φίλων ἑκάστῳ φορεῖν θανάσιμον φάρμακον, ὅπως ἄκων μηδεὶς ὑποχείριος γένοιτο τοῖς πολεμίοις.

p.202
ἐντεῦθεν ὥρμητο μὲν ἐπʼ Ἀρμενίας πρὸς Τιγράνην, ἐκείνου δὲ ἀπαγορεύοντος καὶ τάλαντα ἑκατὸν ἐπικηρύξαντος αὐτῷ, παραμειψάμενος τὰς πηγὰς τοῦ Εὐφράτου διὰ τῆς Κολχίδος ἔφευγε.

Πομπήϊος δὲ εἰς Ἀρμενίαν ἐνέβαλε τοῦ νέου Τιγράνου καλοῦντος αὐτόν ἤδη γὰρ ἀφειστήκει τοῦ πατρός, καὶ συνήντησε τῷ Πομπηΐῳ περὶ τὸν Ἀράξην ποταμόν, ὃς ἀνίσχει μὲν ἐκ τῶν αὐτῶν τῷ Εὐφράτῃ τόπων, ἀποτρεπόμενος δὲ πρὸς τὰς ἀνατολὰς εἰς τὸ Κάσπιον ἐμβάλλει πέλαγος.