Pompey
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
ἐπῄεσαν μὲν γὰρ οἱ Ῥωμαῖοι κατὰ νώτου τὴν σελήνην ἔχοντες· πεπιεσμένου δὲ περὶ τὰς δύσεις τοῦ φωτός, αἱ σκιαὶ πολὺ τῶν σωμάτων ἔμπροσθεν προϊοῦσαι τοῖς πολεμίοις ἐπέβαλλον, οὐ δυναμένοις τὸ διάστημα συνιδεῖν ἀκριβῶς ἀλλʼ ὡς ἐν χερσὶν ἤδη γεγονότων τοὺς ὑσσοὺς ἀφέντες μάτην οὐδενὸς ἐφίκοντο.
τοῦτο συνιδόντες οἱ Ῥωμαῖοι μετὰ κραυγῆς ἐπέδραμον, καὶ μηκέτι μένειν τολμῶντας, ἀλλʼ ἐκπεπληγμένους καὶ φεύγοντας ἔκτεινον, ὥστε πολὺ πλείονας μυρίων ἀποθανεῖν, ἁλῶναι δὲ τὸ στρατόπεδον. αὐτὸς δὲ Μιθριδάτης ἐν ἀρχῇ μὲν ὀκτακοσίοις ἱππεῦσι διέκοψε καὶ διεξήλασε τοὺς Ῥωμαίους, ταχὺ δὲ τῶν ἄλλων σκεδασθέντων ἀπελείφθη μετὰ τριῶν.
ἐν οἷς ἦν Ὑψικράτεια παλλακίς, ἀεὶ μὲν ἀνδρώδης τις οὖσα καὶ παράτολμος· Ὑψικράτην γοῦν αὐτὴν ὁ βασιλεὺς ἐκάλει· τότε δὲ ἀνδρὸς ἔχουσα Πέρσου στολὴν καὶ ἵππον οὔτε τῷ σώματι πρὸς τὰ μήκη τῶν δρόμων ἀπηγόρευσεν οὔτε θεραπεύουσα τοῦ βασιλέως τὸ σῶμα καὶ τὸν ἵππον ἐξέκαμεν, ἄχρι ἧκον εἰς χωρίον Σίνωρα χρημάτων καὶ κειμηλίων βασιλικῶν μεστόν.
ἐξ οὗ λαβὼν ὁ Μιθριδάτης ἐσθῆτας πολυτελεῖς διένειμε τοῖς συνδεδραμηκόσι πρὸς αὐτὸν ἐκ τῆς φυγῆς, ἔδωκε δὲ καὶ τῶν φίλων ἑκάστῳ φορεῖν θανάσιμον φάρμακον, ὅπως ἄκων μηδεὶς ὑποχείριος γένοιτο τοῖς πολεμίοις.