Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

Πομπήϊος δὲ τὰ πλεῖστα τῶν ἰδίων ἐξανηλωκὼς καὶ κατακεχρημένος εἰς τόν πόλεμον, ᾔτει χρήματα τὴν σύγκλητον, ὡς ἀφιξόμενος εἰς Ἰταλίαν μετὰ τῆς δυνάμεως εἰ μὴ πέμποιεν. ὑπατεύων δὲ Λεύκολλος τότε καὶ Πομπηΐῳ μὲν ὢν διάφορος, μνώμενος δʼ ἑαυτῷ τόν Μιθριδατικὸν πόλεμον, ἔσπευσεν ἀποσταλῆναι τὰ χρήματα, φοβούμενος αἰτίαν Πομπηΐῳ παρασχεῖν δεομένῳ Σερτώριον ἀφεῖναι καὶ πρὸς Μιθριδάτην τραπέσθαι, λαμπρὸν μὲν εἰς δόξαν, εὐμεταχείριστον δὲ φαινόμενον ἀνταγωνιστήν.

ἐν τούτῳ δὲ θνήσκει Σερτώριος ὑπὸ τῶν φίλων δολοφονηθείς· ὧν Περπέννας ὁ κορυφαιότατος ἐπεχείρησεν ἐκείνῳ τὰ αὐτὰ ποιεῖν, ἀπὸ τῶν αὐτῶν μὲν ὁρμώμενος δυνάμεων καὶ παρασκευῶν, τόν δὲ χρώμενον αὐταῖς ὁμοίως οὐκ ἔχων λογισμόν. εὐθὺς οὖν ὁ Πομπήϊος ἐπεξελθὼν καὶ ῥεμβόμενον ἐν τοῖς πράγμασι τόν Περπένναν καταμαθών, δέλεαρ αὐτῷ

paris.1624.629
δέκα σπείρας ὑφῆκεν, εἰς τὸ πεδίον διασπαρῆναι κελεύσας.

τραπομένου δὲ πρὸς ταύτας ἐκείνου καὶ διώκοντος, ἄθρους ἐπιφανεὶς καὶ συνάψας μάχην ἐκράτησε πάντων, καὶ διεφθάρησαν οἱ

p.164
πλεῖστοι τῶν ἡγεμόνων ἐν τῇ μάχῃ· τόν δὲ Περπένναν ἀχθέντα πρὸς αὐτὸν ἀπέκτεινεν, οὐκ ἀχάριστος οὐδʼ ἀμνήμων γενόμενος τῶν περὶ Σικελίαν, ὡς ἐγκαλοῦσιν ἔνιοι, μεγάλῃ δὲ διανοίᾳ καὶ σωτηρίῳ τῶν ὅλων γνώμῃ χρησάμενος.

ὁ γὰρ Περπέννας τῶν Σερτωρίου γραμμάτων γεγονὼς κύριος ἐδείκνυεν ἐπιστολὰς τῶν ἐν Ῥώμῃ δυνατωτάτων ἀνδρῶν, οἳ τὰ παρόντα κινῆσαι βουλόμενοι πράγματα καὶ μεταστῆσαι τὴν πολιτείαν ἐκάλουν τόν Σερτώριον εἰς τὴν Ἰταλίαν. φοβηθεὶς οὖν ὁ Πομπήϊος ταῦτα, μὴ μείζονας ἀναστήσῃ τῶν πεπαυμένων πολέμων, τόν τε Περπένναν ἀνεῖλε καὶ τὰς ἐπιστολὰς οὐδʼ ἀναγνοὺς κατέκαυσεν.