Pompey
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
ὁ δʼ οὖν Πομπήϊος, ἐπεὶ μετὰ τὴν μάχην ἀπήντα τῷ Μετέλλῳ καὶ πλησίον ἀλλήλων ἦσαν, ἐκέλευσεν ὑφεῖναι τὰς ῥάβδους, θεραπεύων ὡς προὔχοντα τιμῇ τὸν Μέτελλον. ὁ δὲ καὶ τοῦτο διεκώλυσε καὶ τἆλλα χρηστὸς ἦν ἀνὴρ περὶ αὐτόν, οὐδὲν ὡς ὑπατικῷ καὶ πρεσβυτέρῳ νέμων ἑαυτῷ πλέον, ἀλλʼ ἢ τὸ σύνθημα κοινῇ στρατοπεδευόντων εἰς ἅπαντας ἐξεπέμπετο παρὰ Μετέλλου· τὰ πολλὰ δὲ χωρὶς ἐστρατοπεδεύοντο.
διέκοπτε γὰρ αὐτοὺς καὶ διΐστη ποικίλος ὢν ὁ
Πομπήϊος δὲ τὰ πλεῖστα τῶν ἰδίων ἐξανηλωκὼς καὶ κατακεχρημένος εἰς τόν πόλεμον, ᾔτει χρήματα τὴν σύγκλητον, ὡς ἀφιξόμενος εἰς Ἰταλίαν μετὰ τῆς δυνάμεως εἰ μὴ πέμποιεν. ὑπατεύων δὲ Λεύκολλος τότε καὶ Πομπηΐῳ μὲν ὢν διάφορος, μνώμενος δʼ ἑαυτῷ τόν Μιθριδατικὸν πόλεμον, ἔσπευσεν ἀποσταλῆναι τὰ χρήματα, φοβούμενος αἰτίαν Πομπηΐῳ παρασχεῖν δεομένῳ Σερτώριον ἀφεῖναι καὶ πρὸς Μιθριδάτην τραπέσθαι, λαμπρὸν μὲν εἰς δόξαν, εὐμεταχείριστον δὲ φαινόμενον ἀνταγωνιστήν.
ἐν τούτῳ δὲ θνήσκει Σερτώριος ὑπὸ τῶν φίλων δολοφονηθείς· ὧν Περπέννας ὁ κορυφαιότατος ἐπεχείρησεν ἐκείνῳ τὰ αὐτὰ ποιεῖν, ἀπὸ τῶν αὐτῶν μὲν ὁρμώμενος δυνάμεων καὶ παρασκευῶν, τόν δὲ χρώμενον αὐταῖς ὁμοίως οὐκ ἔχων λογισμόν. εὐθὺς οὖν ὁ Πομπήϊος ἐπεξελθὼν καὶ ῥεμβόμενον ἐν τοῖς πράγμασι τόν Περπένναν καταμαθών, δέλεαρ αὐτῷ