Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐπεὶ δὲ τῆς Ἰβηρίας ἁψάμενος ὁ Πομπήϊος, οἷα φιλεῖ πρὸς νέου δόξαν ἡγεμόνος, ἑτέρους ταῖς ἐλπίσιν ἐποίησε τοὺς ἀνθρώπους καί τὰ μὴ πάνυ βεβαίως τῷ Σερτωρίῳ συνεστῶτα τῶν ἐθνῶν ἐκινεῖτο καί μετεβάλλετο, λόγους ὑπερηφάνους ὁ Σερτώριος κατὰ τοῦ Πομπηΐου διέσπειρε, καί σκώπτων ἔλεγε νάρθηκος ἂν αὐτῷ δεῆσαι καί σκύτους ἐπὶ τὸν παῖδα τοῦτον, εἰ μὴ τὴν γραῦν ἐκείνην ἐφοβεῖτο, λέγων τὸν Μέτελλον.

ἔργῳ μέντοι φυλαττόμενος σφόδρα καί

p.158
δεδοικὼς τὸν Πομπήϊον ἀσφαλέστερον ἐστρατήγει. καί γὰρ ὁ Μέτελλος, ὅπερ οὐκ ἄν τις ᾠήθη, διετέθρυπτο τῷ βίῳ κομιδῆ πρὸς τὰς ἡδονὰς ἐνδεδωκώς, καί μεγάλη τις εἰς ὄγκον καί πολυτέλειαν ἐξαίφνης ἐγεγόνει μεταβολὴ περὶ αὐτόν, ὥστε τῷ Πομπηΐῳ καί τοῦτο θαυμαστὴν εὔνοιαν ἅμα δόξῃ φέρειν, ἐπιτείνοντι τὴν εὐτέλειαν τῆς διαίτης οὐ πολλῆς ἐπιτηδεύσεως δεομένην φύσει γὰρ ἦν σώφρων καί τεταγμένος ἐν ταῖς ἐπιθυμίαις.

τοῦ δὲ πολέμου πολλὰς ἰδέας ἔχοντος, ἠνίασε μάλιστα τὸν Πομπήϊον ἡ Λαύρωνος ἅλωσις ὑπὸ

paris.1624.628
Σερτωρίου. κυκλοῦσθαι γὰρ αὐτὸν οἰηθεὶς καί τι μεγαληγορήσας, αὐτὸς ἐξαίφνης ἀνεφάνη περιεχόμενος κύκλῳ· καί διὰ τοῦτο κινεῖσθαι δεδιὼς ἐπεῖδε καταπιμπραμένην τὴν πόλιν αὐτοῦ παρόντος. Ἑρέννιον δὲ καί Περπένναν, ἄνδρας ἡγεμονικοὺς τῶν πρὸς Σερτώριον καταπεφευγότων καὶ στρατηγούντων ἐκείνῳ, νικήσας περὶ Οὐαλεντίαν ὑπὲρ μυρίους ἀπέκτεινεν.