Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

τὸ μὲν οὖν πρῶτον ὁ Πομπήϊος ἐπειρᾶτο πραΰνειν καὶ παρηγορεῖν αὐτούς· ὡς δʼ οὐκ ἔπειθε, καταβὰς ἀπὸ τοῦ βήματος ἐπὶ τὴν σκηνὴν ἀπῄει δεδακρυμένος. οἱ δὲ συλλαβόντες αὐτὸν αὖθις ἐπὶ τοῦ βήματος κατέστησαν· καὶ πολὺ μέρος τῆς ἡμέρας ἀνηλώθη, τῶν μὲν μένειν καὶ ἄρχειν κελευόντων, τοῦ δὲ πείθεσθαι δεομένου καὶ μὴ στασιάζειν, ἄχρι

p.146
οὗ προσλιπαρούντων καὶ καταβοώντων ὤμοσεν ἀναιρήσειν ἑαυτὸν εἰ βιάζοιντο, καὶ μόλις οὕτως ἐπαύσαντο.

τῷ δὲ Σύλλᾳ πρώτη μὲν ἦλθεν ἀγγελία τόν Πομπήϊον ἀφεστάναι, καὶ πρὸς τοὺς φίλους εἶπεν ὡς ἄρα πεπρωμένον ἦν αὐτῷ γενομένῳ γέροντι παίδων ἀγῶνας ἀγωνίζεσθαι, διὰ τὸ καὶ Μάριον αὐτῷ νέον ὄντα κομιδῇ πλεῖστα πράγματα παρασχεῖν καὶ εἰς τοὺς ἐσχάτους περιστῆσαι κινδύνους,

πυθόμενος δὲ τἀληθῆ, καὶ πάντας ἀνθρώπους αἰσθανόμενος δέχεσθαι καὶ παραπέμπειν τὸν Πομπήϊον ὡρμημένους μετʼ εὐνοίας, ἔσπευδεν ὑπερβαλέσθαι· καὶ προελθὼν ἀπήντησεν αὐτῷ, καὶ δεξιωσάμενος ὡς ἐνῆν προθυμότατα μεγάλῃ φωνῇ Μάγνον ἠσπάσατο, καὶ τοὺς παρόντας οὕτως ἐκέλευσε προσαγορεῦσαι.