Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

Ἀντιτεταγμένου δὲ τοῦ Δομετίου καὶ χαράδραν τινὰ προβεβλημένου χαλεπὴν περᾶσαι καὶ τραχεῖαν, ὄμβρος ἅμα πνεύματι πολὺς ἕωθεν ἀρξάμενος κατεῖχεν, ὥστε ἀπογνόντα τῆς ἡμέρας ἐκείνης μαχέσασθαι τὸν Δομέτιον ἀναζυγὴν παραγγεῖλαι, Πομπήϊος δὲ τοῦτον αὑτοῦ ποιούμενος τὸν καιρὸν ὀξέως ἐπῄει καὶ διέβαινε τὴν χαράδραν.

οἱ δὲ ἀτάκτως καὶ θορυβούμενοι καὶ οὐ πάντες οὐδὲ ὁμαλῶς ὑφίσταντο, καὶ τὸ πνεῦμα περιῄει τὴν ζάλην αὐτοῖς προσβάλλον ἐναντίαν. οὐ μὴν ἀλλὰ καὶ τοὺς Ῥωμαίους ὁ χειμὼν ἐτάραξεν οὐ καθορῶντας ἀλλήλους ἀκριβῶς, αὐτός τε Πομπήϊος ἐκινδύνευσεν ἀγνοηθεὶς ἀποθανεῖν, ἐρωτῶντι στρατιώτῃ τὸ σύνθημα βράδιον ἀποκρινάμενος.

ὠσάμενοι δὲ πολλῷ φόνῳ τοὺς πολεμίους ʽλέγονται γὰρ ἀπὸ δισμυρίων τρισχίλιοι διαφυγεῖν’ αὐτοκράτορα τὸν Πομπήϊον ἠσπάσαντο. φήσαντος δὲ ἐκείνου μὴ δέχεσθαι τὴν τιμὴν ἕως ὀρθὸν ἕστηκε τὸ στρατόπεδον τῶν πολεμίων, εἰ δὲ αὐτὸν ἀξιοῦσι ταύτης τῆς προσηγορίας, ἐκεῖνο χρῆναι πρότερον καταβαλεῖν, ὥρμησαν εὐθὺς ἐπὶ τὸν χάρακα· καὶ Πομπήϊος ἄνευ κράνους ἠγωνίζετο δεδοικὼς τὸ πρότερον πάθος.

ἁλίσκεται δὴ τὸ στρατόπεδον καὶ ἀποθνήσκει Δομέτιος. τῶν δὲ πόλεων αἱ μὲν εὐθὺς ὑπήκουον, αἱ δὲ κατὰ κράτος ἐλήφθησαν, εἷλε δὲ καὶ τῶν βασιλέων

p.144
Ἰάρφαν τὸν συμμαχήσαντα Δομετίῳ, τὴν δὲ βασιλείαν Ἰάμψᾳ παρέδωκε. χρώμενος δὲ τῇ τύχῃ καὶ τῇ ῥύμῃ τοῦ στρατεύματος εἰς τὴν Νομαδικὴν ἐνέβαλε· καὶ πολλῶν ὁδὸν ἡμερῶν ἐλάσας καὶ πάντων κρατήσας οἷς ἐνέτυχε,

καὶ τὸ πρὸς Ῥωμαίους δέος ἤδη τῶν βαρβάρων ἐξερρυηκὸς αὖθις ἰσχυρὸν καὶ φοβερὸν ἐγκαταστήσας, οὐδὲ τὰ θηρία δεῖν ἔφη τὰ τὴν Λιβύην κατοικοῦντα τῆς τῶν Ῥωμαίων ἄπειρα ῥώμης καὶ τόλμης ἀπολείπειν. ὅθεν ἐν θήραις λεόντων καὶ

paris.1624.625
ἐλεφάντων ἡμέρας διέτριψεν οὐ πολλάς· ταῖς δὲ πάσαις, ὥς φασι, τεσσαράκοντα τοὺς πολεμίους συνεῖλε καὶ Λιβύην ἐχειρώσατο καὶ διῄτησε τὰ τῶν βασιλέων, ἔτος ἄγων ἐκεῖνο τέταρτον καὶ εἰκοστόν.