Agesilaus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
πολλοὶ δʼ ἦσαν οὗτοι, καὶ συνέβαινε τῷ Ἀγησιλάῳ ταχὺ πολλοὺς καὶ πολεμικοὺς ἔχειν ἱππεῖς ἀντὶ δειλῶν ὁπλιτῶν, ἐμισθοῦντο γὰρ οἱ μὴ βουλόμενοι στρατεύεσθαι τοὺς βουλομένους
ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους ἀποδύοντες ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας γυμνουμένων κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ Ἀγησίλαος, οὗτοι μέν, εἶπεν, οἷς μάχεσθε, ταῦτα δὲ ὑπὲρ ὧν μάχεσθε.
καιροῦ δὲ ὄντος αὖθις ἐμβαλεῖν εἰς τὴν πολεμίαν προεῖπεν εἰς Λυδίαν ἀπάξειν, οὐκέτι ψευδόμενος ἐνταῦθα τὸν Τισαφέρνην· ἀλλʼ ἐκεῖνος ἑαυτὸν ἐξηπάτησε, διὰ τὴν ἔμπροσθεν ἀπάτην ἀπιστῶν τῷ Ἀγησιλάῳ, καὶ νῦν γοῦν αὐτὸν ἅψεσθαι τῆς Καρίας νομίζων οὔσης δυσίππου
ἐπεὶ δέ, ὡς προεῖπεν, ὁ Ἀγησίλαος ἧκεν εἰς τὸ περὶ Σάρδεις πεδίον, ἠναγκάζετο κατὰ σπουδὴν ἐκεῖθεν αὖ βοηθεῖν ὁ Τισαφέρνης· καὶ τῇ ἵππῳ διεξελαύνων διέφθειρε πολλοὺς τῶν ἀτάκτως τὸ πεδίον πορθούντων. ἐννοήσας οὖν ὁ Ἀγησίλαος ὅτι τοῖς πολεμίοις οὔπω πάρεστι τὸ πεζόν, αὐτῷ δὲ τῆς δυνάμεως οὐδὲν ἄπεστιν, ἔσπευσε διαγωνίσασθαι.
καὶ τοῖς μὲν ἱππεῦσιν ἀναμίξας τὸ πελταστικόν, ἐλαύνειν ἐκέλευσεν ὡς τάχιστα καὶ προσβάλλειν τοῖς ἐναντίοις, αὐτὸς δὲ εὐθὺς τοὺς ὁπλίτας ἐπῆγε, γενομένης δὲ τροπῆς τῶν βαρβάρων
ἔπεμψε γὰρ εὐθέως ὁ βασιλεὺς Τιθραύστην ἐπʼ αὐτόν, ὃς ἐκείνου μὲν τὴν κεφαλὴν ἀπέτεμε, τὸν δὲ Ἀγησίλαον ἠξίου διαλυσάμενον ἀποπλεῖν οἴκαδε, καὶ χρήματα διδοὺς αὐτῷ προσέπεμψεν. ὁ δὲ τῆς μὲν εἰρήνης ἔφη τὴν πόλιν εἶναι κυρίαν, αὐτὸς δὲ πλουτίζων τοὺς στρατιώτας ἥδεσθαι μᾶλλον ἢ πλουτῶν αὐτός· καὶ ἄλλως γε μέντοι νομίζειν Ἕλληνας καλὸν οὐ δῶρα λαμβάνειν, ἀλλὰ λάφυρα παρὰ τῶν πολεμίων.