Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

καὶ πόλεις μὲν εἷλε συχνὰς καὶ χρημάτων ἀφθόνων ἐκυρίευσεν, ἐπιδεικνύμενος τοῖς φίλοις ὅτι τὸ μὲν σπεισάμενον ἀδικεῖν τῶν θεῶν ἔστι καταφρονεῖν, ἐν δὲ τῷ παραλογίζεσθαι τοὺς πολεμίους οὐ μόνον τὸ δίκαιον, ἀλλὰ καὶ δόξα πολλὴ καὶ τὸ μεθʼ ἡδονῆς κερδαίνειν ἔνεστι. τοῖς δὲ ἱππεῦσιν ἐλαττωθεὶς καὶ τῶν ἱερῶν ἀλόβων φανέντων, ἀναχωρήσας εἰς Ἔφεσον ἱππικὸν συνῆγε, τοῖς εὐπόροις προειπών, εἰ μὴ βούλονται στρατεύεσθαι, παρασχεῖν ἕκαστον ἵππον ἀνθʼ ἑαυτοῦ καὶ ἄνδρα.

πολλοὶ δʼ ἦσαν οὗτοι, καὶ συνέβαινε τῷ Ἀγησιλάῳ ταχὺ πολλοὺς καὶ πολεμικοὺς ἔχειν ἱππεῖς ἀντὶ δειλῶν ὁπλιτῶν, ἐμισθοῦντο γὰρ οἱ μὴ βουλόμενοι στρατεύεσθαι τοὺς βουλομένους

p.24
στρατεύεσθαι, οἱ δὲ μὴ βουλόμενοι ἱππεύειν τοὺς βουλόμενοι ἱππεύειν.[*](ἐμισθοῦντο ἱππεύειν bracketed by Sintenis2 and Cobet. The sentence is wanting in Apophtheg. Lacon. 12 (Morals, p. 209 b).) καὶ γὰρ τὸν Ἀγαμέμνονα ποιῆσαι καλῶς ὅτι θήλειαν ἵππον ἀγαθὴν λαβὼν κακὸν ἄνδρα καὶ πλούσιον ἀπήλλαξε τῆς στρατείας.

ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους ἀποδύοντες ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας γυμνουμένων κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ Ἀγησίλαος, οὗτοι μέν, εἶπεν, οἷς μάχεσθε, ταῦτα δὲ ὑπὲρ ὧν μάχεσθε.