Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὕτως αἱ φιλότιμοι φύσεις ἐν ταῖς πολιτείαις, τὸ ἄγαν μὴ φυλαξάμεναι, τοῦ ἀγαθοῦ μεῖζον τὸ κακὸν ἔχουσι. καὶ γὰρ εἰ Λύσανδρος ἦν φορτικός, ὥσπερ ἦν, ὑπερβάλλων τῇ φιλοτιμίᾳ τὸν καιρόν, οὐκ ἠγνόει δήπουθεν Ἀγησίλαος ἑτέραν ἀμεμπτοτέραν ἐπανόρθωσιν οὖσαν ἀνδρὸς ἐνδόξου καὶ φιλοτίμου πλημμελοῦντος, ἀλλʼ ἔοικε ταὐτῷ πάθει μήτε ἐκεῖνος ἄρχοντος ἐξουσίαν γνῶναι μήτε οὗτος ἄγνοιαν ἐνεγκεῖν συνήθους.

ἐπεὶ δὲ Τισαφέρνης ἐν ἀρχῇ μὲν

p.22
φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδάς, ὡς τὰς πόλεις αὐτῷ τὰς Ἑλληνίδας ἀφήσοντος αὐτονόμους βασιλέως, ὕστερον δὲ πεισθεὶς ἔχειν δύναμιν ἱκανὴν ἐξήνεγκε τὸν πόλεμον, ἄσμενος ὁ Ἀγησίλαος ἐδέξατο.

προσδοκία γὰρ ἦν μεγάλη τῆς στρατείας· καὶ δεινὸν ἡγεῖτο τοὺς μὲν σὺν Ξενοφῶντι μυρίους ἥκειν ἐπὶ θάλατταν, ὁσάκις ἐβουλήθησαν αὐτοὶ τοσαυτάκις βασιλέα νενικηκότας, αὐτοῦ δὲ Λακεδαιμονίων ἄρχοντος ἡγουμένων γῆς καὶ θαλάσσης μηδὲν ἔργον ἄξιον μνήμης φανῆναι πρὸς τοὺς Ἕλληνας, εὐθὺς οὖν ἀμυνόμενος ἀπάτῃ δικαίᾳ τὴν Τισαφέρνους ἐπιορκίαν, ἐπέδειξεν ὡς ἐπὶ Καρίαν προάξων, ἐκεῖ δὲ τὴν δύναμιν τοῦ βαρβάρου συναθροίσαντος ἄρας εἰς Φρυγίαν ἐνέβαλε.

καὶ πόλεις μὲν εἷλε συχνὰς καὶ χρημάτων ἀφθόνων ἐκυρίευσεν, ἐπιδεικνύμενος τοῖς φίλοις ὅτι τὸ μὲν σπεισάμενον ἀδικεῖν τῶν θεῶν ἔστι καταφρονεῖν, ἐν δὲ τῷ παραλογίζεσθαι τοὺς πολεμίους οὐ μόνον τὸ δίκαιον, ἀλλὰ καὶ δόξα πολλὴ καὶ τὸ μεθʼ ἡδονῆς κερδαίνειν ἔνεστι. τοῖς δὲ ἱππεῦσιν ἐλαττωθεὶς καὶ τῶν ἱερῶν ἀλόβων φανέντων, ἀναχωρήσας εἰς Ἔφεσον ἱππικὸν συνῆγε, τοῖς εὐπόροις προειπών, εἰ μὴ βούλονται στρατεύεσθαι, παρασχεῖν ἕκαστον ἵππον ἀνθʼ ἑαυτοῦ καὶ ἄνδρα.